§9.33.1ὡς δὲ ἄρα πάντες οἱ ἐτετάχατο κατὰ ἔθνεα καὶ κατὰ τέλεα, ἐνθαῦτα τῇ δευτέρῃ ἐθύοντο καὶ ἀμφότεροι.
当他们所有人确实都按民族和部队部署完毕时,就在第二日,双方都举行了祭祀。
Ἕλλησι μὲν Τισαμενὸς Ἀντιόχου ἦν ὁ θυόμενος· οὗτος γὰρ δὴ εἵπετο τῷ στρατεύματι τούτῳ μάντις·
为希腊人主持祭祀的是安提奥克斯之子蒂萨梅诺斯;因为他作为预言家随同这支军队。
τὸν ἐόντα Ἠλεῖον καὶ γένεος τοῦ Ἰαμιδέων Λακεδαιμόνιοι ἐποιήσαντο λεωσφέτερον.
拉克代蒙人已将这位身为伊利斯人、属于伊阿米达伊家族的男子接纳为本国公民。
§9.33.2Τισαμενῷ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι περὶ γόνου ἀνεῖλε ἡ Πυθίη ἀγῶνας τοὺς μεγίστους ἀναιρήσεσθαι πέντε.
因为当蒂萨梅诺斯在德尔斐为子嗣之事求问神谕时,皮提娅向他预言,他将赢得五场最伟大的比赛。
ὃ μὲν δὴ ἁμαρτὼν τοῦ χρηστηρίου προσεῖχε γυμνασίοισι ὡς ἀναιρησόμενος γυμνικοὺς ἀγῶνας, ἀσκέων δὲ πεντάεθλον παρὰ ἓν πάλαισμα ἔδραμε νικᾶν Ὀλυμπιάδα, Ἱερωνύμῳ τῷ Ἀνδρίῳ ἐλθὼν ἐς ἔριν.
他误解了神谕,以为是要赢得体育竞技,于是专心于体育场的训练。 在练习五项全能时,由于仅差一场摔跤比赛,他错失了奥林匹亚的胜利,当时与他竞争的是安德罗斯人希耶罗纽摩斯。
§9.33.3Λακεδαιμόνιοι δὲ μαθόντες οὐκ ἐς γυμνικοὺς ἀλλʼ ἐς ἀρηίους ἀγῶνας φέρον τὸ Τισαμενοῦ μαντήιον, μισθῷ ἐπειρῶντο πείσαντες Τισαμενὸν ποιέεσθαι ἅμα Ἡρακλειδέων τοῖσι βασιλεῦσι ἡγεμόνα τῶν πολέμων.
但拉克代蒙人得知蒂萨梅诺斯的神谕指的不是体育竞技而是战争竞技,便试图用酬金说服蒂萨梅诺斯,使他与赫拉克勒斯后裔的国王们一同成为战争的统帅。
§9.33.4ὁ δὲ ὁρέων περὶ πολλοῦ ποιευμένους Σπαρτιήτας φίλον αὐτὸν προσθέσθαι, μαθὼν τοῦτο ἀνετίμα, σημαίνων σφι ὡς ἤν μιν πολιήτην σφέτερον ποιήσωνται τῶν πάντων μεταδιδόντες, ποιήσει ταῦτα, ἐπʼ ἄλλῳ μισθῷ δʼ οὔ.
而他看到斯巴达人极度看重将他纳为盟友,在得知这一点后便抬高了条件,向他们表示,如果他们接纳他为公民,并分享一切特权,他就同意这样做,否则绝不接受其他报酬。
§9.33.5Σπαρτιῆται δὲ πρῶτα μὲν ἀκούσαντες δεινὰ ἐποιεῦντο καὶ μετίεσαν τῆς χρησμοσύνης τὸ παράπαν, τέλος δὲ δείματος μεγάλου ἐπικρεμαμένου τοῦ Περσικοῦ τούτου στρατεύματος καταίνεον μετιόντες.
斯巴达人最初听闻此事,认为这是无理的要求,便完全放弃了对他的请求;但最后,由于这支波斯大军的巨大威胁笼罩着他们,他们便再次去恳求他并表示同意。
ὁ δὲ γνοὺς τετραμμένους σφέας οὐδʼ οὕτω ἔτι ἔφη ἀρκέεσθαι τούτοισι μούνοισι, ἀλλὰ δεῖν ἔτι τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνεσθαι Σπαρτιήτην ἐπὶ τοῖσι αὐτοῖσι λόγοισι τοῖσι καὶ αὐτὸς γίνεται.
但他看出他们已经屈服,便称即便如此,他仍不满足于仅有这些条件,而是他的兄弟赫吉亚斯也必须按照他自己成为公民的相同条件成为斯巴达公民。