§9.32.1ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων, τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου·
这些是马尔多尼奥斯所部署的诸民族中最大的一些,它们确实是最显著且最受重视的。
ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι, Φρυγῶν τε καὶ Θρηίκων καὶ Μυσῶν τε καὶ Παιόνων καὶ τῶν ἄλλων, ἐν δὲ καὶ Αἰθιόπων τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι, οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι.
但其中也混杂了其他民族的人——弗里吉亚人、色雷斯人、米西亚人、派奥尼亚人等,此外还有埃塞俄比亚人,以及埃及人中被称为赫尔莫图比伊斯和卡拉西里伊斯、手持短剑的人,他们确实是埃及人中唯一的战士。
§9.32.2τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο ἐόντας ἐπιβάτας·
这些人是马尔多尼奥斯还在法勒隆时,将作为海兵的他们从船上卸下的。
οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι.
因为埃及人并没有被编入与薛西斯一同抵达雅典的陆军之中。
τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες, ὡς καὶ πρότερον δεδήλωται· τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶς ἀριθμόν· οὐ γὰρ ὦν ἠριθμήθησαν·
异族军队的人数是三十万,正如先前所表明的那样;至于作为马尔多尼奥斯盟友的希腊人,谁也不知道其人数,因为他们并未被清点。
ὡς δὲ ἐπεικάσαι, ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω.
但作为推测,我估计他们聚集起来约有五万人。
οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν, ἡ δὲ ἵππος χωρὶς ἐτέτακτο.
这些排成阵列的是步兵,而骑兵则是另外部署的。