Humanitext Reader

希罗多德 · 历史 §9.31.1-9.31.5

波斯军队在阿索波斯河畔的阵线部署

第 1486 段,共 1577 段 · 希腊语

内容简介

结束对马西斯提乌斯丧事的马尔多尼奥斯军队抵达阿索波斯河畔,并针对希腊联军的各个编队,依次部署了波斯人、美底亚人、巴克特里亚人、印度人、塞迦人以及投靠波斯的希腊人。

§9.31.1οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡς ἀπεκήδευσαν Μασίστιον, παρῆσαν, πυθόμενοι τοὺς Ἕλληνας εἶναι ἐν Πλαταιῇσι, καὶ αὐτοὶ ἐπὶ τὸν Ἀσωπὸν τὸν ταύτῃ ῥέοντα.
另一方面,马尔多尼奥斯率领的蛮族在为马西斯提乌斯服丧完毕后,听说希腊人在普拉提亚,便也来到了流经该处的阿索波斯河畔。
ἀπικόμενοι δὲ ἀντετάσσοντο ὧδε ὑπὸ Μαρδονίου.
他们抵达后,被马尔多尼奥斯以下列方式部署对敌。
κατὰ μὲν Λακεδαιμονίους ἔστησε Πέρσας.
在拉刻代蒙人对面,他部署了波斯人。
§9.31.2καὶ δὴ πολλὸν γὰρ περιῆσαν πλήθεϊ οἱ Πέρσαι, ἐπί τε τάξις πλεῦνας ἐκεκοσμέατο καὶ ἐπεῖχον τοὺς Τεγεήτας.
事实上,由于波斯人在人数上大大占了优势,他们被排成更深的队列,并且也挡住了特革亚人的正面。
ἔταξε δὲ οὕτω· ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων, τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας.
他这样布置:挑选出他们之中最强壮的所有人,放在拉刻代蒙人对面,而较弱的部分则沿着特革亚人排列。
ταῦτα δʼ ἐποίεε φραζόντων τε καὶ διδασκόντων Θηβαίων.
他这样做是听从了底比斯人的指点和教导。
§9.31.3Περσέων δὲ ἐχομένους ἔταξε Μήδους· οὗτοι δὲ ἐπέσχον Κορινθίους τε καὶ Ποτιδαιήτας καὶ Ὀρχομενίους τε καὶ Σικυωνίους.
紧接着波斯人的是美底亚人;他们挡住了科林斯人、波提达亚人、奥尔科梅诺斯人和西库翁人的正面。
Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους· οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους.
紧接着美底亚人的是巴克特里亚人;他们挡住了埃皮达乌鲁斯人、特罗曾人、勒普里翁人、蒂林斯人、迈锡尼人和弗利亚斯人的正面。
§9.31.4μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς· οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας.
在巴克特里亚人之后,他部署了印度人;他们挡住了赫耳弥俄涅人、埃雷特里亚人、斯图拉人和哈尔基斯人的正面。
Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε, οἳ ἐπέσχον Ἀμπρακιήτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινήτας.
紧接着印度人的是塞迦人,他们挡住了安布拉基亚人、阿纳克托里翁人、莱夫卡斯人、帕莱人和埃吉纳人的正面。
§9.31.5Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους·
紧接着塞迦人的是波奥蒂亚人、洛克里斯人、马里斯人、色萨利人以及那一千名福基斯人,他们被部署在雅典人、普拉提亚人和麦加拉人的对面。
οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδισαν, ἀλλὰ τινὲς αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι, καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετʼ αὐτοῦ ἐόντας Ἑλλήνων.
因为并非所有的福基斯人都投靠了波斯人,他们中的一些人退守在帕尔纳索斯山一带,反而帮助壮大希腊人的力量,并从那里出发,袭击劫掠马尔多尼奥斯的军队以及随同他的那些希腊人。
ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους.
他还把马其顿人以及居住在色萨利周边的人部署在雅典人对面。

词汇与语法注释

  1. 9.31.1οἱ δὲ ἀμφὶ Μαρδόνιον — 带有专有名词的“οἱ ἀμφί + 宾格”惯用表达,在此处指代“马尔多尼奥斯及其麾下的军队”。
  2. 9.31.3ἐχομένους — 动词 ἔχομαι(中动态)的现在分词,支配属格(如 Περσέων),表示“紧接着”、“与……相邻”。
  3. 9.31.5ἔφερόν τε καὶ ἦγον — 结合了动词 φέρω(拿走无生命财产)与 ἄγω(赶走牲畜)的希腊语传统固定搭配,惯用以表示“进行劫掠”。

引用这一段

希罗多德, 历史 §9.31.1-9.31.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.31.1-9.31.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。