§9.18.1ὃ μὲν ταῦτα παραίνεε·
他这样勉励着。
οἱ δὲ ἱππέες ἐπεί σφεας ἐκυκλώσαντο, ἐπήλαυνον ὡς ἀπολέοντες, καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς ἀπήσοντες, καὶ κού τις καὶ ἀπῆκε.
而骑兵们在包围了他们之后,便冲杀过来,仿佛要将他们消灭干净,甚至拉紧了武器仿佛要发射,甚至有人已经发射了。
καὶ οἳ ἀντίοι ἔστησαν πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα.
但他们四面紧缩,尽可能密集地列阵,挺身迎敌。
ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω.
于是,骑兵们拨转马头,退了回去。
§9.18.2οὐκ ἔχω δʼ ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς Φωκέας δεηθέντων Θεσσαλῶν, ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν τραπομένους, δείσαντες μὴ καὶ σφίσι γένηται τρώματα, οὕτω δὴ ἀπήλαυνον ὀπίσω· ὣς γάρ σφι ἐνετείλατο Μαρδόνιος· οὔτʼ εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέχουσι.
但我无法确切地说,究竟是因为色萨利人的请求,他们才来消灭福基斯人,但在看到对方转向防守时,因害怕自己也遭受伤亡,才这样退了回去(因为马尔多尼乌斯就是这样命令他们的);还是因为他想测试他们,看看他们是否具有勇气。
§9.18.3ὡς δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται, πέμψας Μαρδόνιος κήρυκα ἔλεγε τάδε. θαρσέετε ὦ Φωκέες·
当骑兵们退回去后,马尔多尼乌斯派出一名传令官,说道: “勇敢起来吧,福基斯人!
ἄνδρες γὰρ ἐφάνητε ἐόντες ἀγαθοί, οὐκ ὡς ἐγὼ ἐπυνθανόμην.
因为你们已被证明是勇敢的男子汉,而不是像我之前听闻的那样。
καὶ νῦν προθύμως φέρετε τὸν πόλεμον τοῦτον· εὐεργεσίῃσι γὰρ οὐ νικήσετε οὔτʼ ὦν ἐμὲ οὔτε βασιλέα.
现在,你们要积极投身于这场战争;因为在恩义上,你们绝不会输给我或者国王。
τὰ περὶ Φωκέων μὲν ἐς τοσοῦτο ἐγένετο.
” 关于福基斯人的事情,到此为止。