§9.16.1ἐχόντων δὲ τὸν πόνον τοῦτον τῶν βαρβάρων, Ἀτταγῖνος ὁ Φρύνωνος ἀνὴρ Θηβαῖος παρασκευασάμενος μεγάλως ἐκάλεε ἐπὶ ξείνια αὐτόν τε Μαρδόνιον καὶ πεντήκοντα Περσέων τοὺς λογιμωτάτους, κληθέντες δὲ οὗτοι εἵποντο· ἦν δὲ τὸ δεῖπνον ποιεύμενον ἐν Θήβῃσι.
\n当蛮族正忙于这项劳役时,弗里农之子、底比斯人阿塔吉努斯作了盛大的准备,邀请了马尔多尼乌斯本人以及五十名最有名望的波斯人来赴宴;被邀请的人便随他前往,晚餐是在底比斯举行的。
τάδε δὲ ἤδη τὰ ἐπίλοιπα ἤκουον Θερσάνδρου ἀνδρὸς μὲν Ὀρχομενίου, λογίμου δὲ ἐς τὰ πρῶτα ἐν Ὀρχομενῷ.
接下来的其余事情,是我从奥尔科梅诺斯人瑟桑德那里听来的,他在奥尔科梅诺斯是首屈一指的名士。
ἔφη δὲ ὁ Θέρσανδρος κληθῆναι καὶ αὐτὸς ὑπὸ Ἀτταγίνου ἐπὶ τὸ δεῖπνον τοῦτο, κληθῆναι δὲ καὶ Θηβαίων ἄνδρας πεντήκοντα, καί σφεων οὐ χωρὶς ἑκατέρους κλῖναι, ἀλλὰ Πέρσην τε καὶ Θηβαῖον ἐν κλίνῃ ἑκάστῃ.
瑟桑德说,他自己也受到了阿塔吉努斯的邀请来参加这次晚餐,另外还有五十名底比斯人也受到了邀请,而且主人并没有把他们两方分开安排,而是让一名波斯人和一名底比斯人并排躺在每一张卧榻上。
§9.16.2ὡς δὲ ἀπὸ δείπνου ἦσαν, διαπινόντων τὸν Πέρσην τὸν ὁμόκλινον Ἑλλάδα γλῶσσαν ἱέντα εἰρέσθαι αὐτὸν ὁποδαπός ἐστι, αὐτὸς δὲ ὑποκρίνασθαι ὡς εἴη Ὀρχομένιος.
\n\n晚餐结束、大家共同饮酒时,与他同榻的波斯人用希腊语问他是哪里人,他回答说自己是奥尔科梅诺斯人。
τὸν δὲ εἰπεῖν
ἐπεὶ νῦν ὁμοτράπεζός τέ μοι καὶ ὁμόσπονδος ἐγένεο, μνημόσυνά τοι γνώμης τῆς ἐμῆς καταλιπέσθαι θέλω, ἵνα καὶ προειδὼς αὐτὸς περὶ σεωυτοῦ βουλεύεσθαι ἔχῃς τὰ συμφέροντα.
于是那个波斯人说道:\n“既然现在你与我同席并共享了祭酒,我愿意把我的想法留给你作为纪念,好让你自己能够预先知晓,并为自己的利益做出考虑。
§9.16.3ὁρᾷς τούτους τοὺς δαινυμένους Πέρσας καὶ τὸν στρατὸν τὸν ἐλίπομεν ἐπὶ τῷ ποταμῷ στρατοπεδευόμενον· τούτων πάντων ὄψεαι ὀλίγου τινὸς χρόνου διελθόντος ὀλίγους τινὰς τοὺς περιγενομένους.
\n\n你看着这些正在宴饮的波斯人,以及我们留在河边驻扎的军队;在不长的时间过去后,你会看到他们所有人中只有极少数人能够幸存下来。
ταῦτα ἅμα τε τὸν Πέρσην λέγειν καὶ μετιέναι πολλὰ τῶν δακρύων.
”\n波斯人说这些话的同时,流下了许多眼泪。
§9.16.4αὐτὸς δὲ θωμάσας τὸν λόγον εἰπεῖν πρὸς αὐτὸν
οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν ἐστι λέγειν καὶ τοῖσι μετʼ ἐκεῖνον ἐν αἴνῃ ἐοῦσι Περσέων;
\n\n他自己(瑟桑德)对这番话感到十分惊异,对他说:\n“那么,难道不应该把这些话告诉马尔多尼乌斯,以及在波斯人中地位仅次于他的那些深受信任的人吗?
τὸν δὲ μετὰ ταῦτα εἰπεῖν
ξεῖνε, ὅ τι δεῖ γενέσθαι ἐκ τοῦ θεοῦ ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ· οὐδὲ γὰρ πιστὰ λέγουσι ἐθέλει πείθεσθαι οὐδείς.
”\n对方在之后回答道:\n“客人啊,神所注定要发生的事,人是无法挽回的;因为即使有人说出可信的话,也没有人愿意相信。
§9.16.5ταῦτα δὲ Περσέων συχνοὶ ἐπιστάμενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι, ἐχθίστη δὲ ὀδύνη ἐστὶ τῶν ἐν ἀνθρώποισι αὕτη, πολλὰ φρονέοντα μηδενὸς κρατέειν.
\n\n我们许多波斯人虽然深知这一点,却被必然性所束缚而不得不跟随;而在人类之中,最令人痛恨的痛苦莫过于此,那就是空有满腹远见,却无法支配任何事情。
ταῦτα μὲν Ὀρχομενίου Θερσάνδρου ἤκουον, καὶ τάδε πρὸς τούτοισι, ὡς αὐτὸς αὐτίκα λέγοι ταῦτα πρὸς ἀνθρώπους πρότερον ἢ γενέσθαι ἐν Πλαταιῇσι τὴν μάχην.
”\n这些确实是我从奥尔科梅诺斯人瑟桑德那里听来的,此外还有:他自己在这个事情发生后、在普拉塔亚战役发生之前,就立刻对人们谈论过这些。