§9.122.1τούτου δὲ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ Ἀρτεμβάρης ἐστὶ ὁ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε. §9.122.2ἐπεὶ Ζεὺς Πέρσῃσι ἡγεμονίην διδοῖ, ἀνδρῶν δὲ σοὶ Κῦρε, κατελὼν Ἀστυάγην, φέρε, γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν, μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω.
这位被悬挂示众的阿塔宇克特斯的曾祖父是阿尔滕巴雷斯,正是他向波斯人提出了一个建议,而波斯人采纳了这一建议并呈献给居鲁士,其内容如下: “既然宙斯赐予波斯人霸权,并在你打败阿斯提阿格斯之后,居鲁士啊,赐予你对人们的统治权,那么,来吧,因为我们占有的土地既狭窄又崎岖,让我们迁离此地,去占领另一块更好的土地。
εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες πολλαὶ δὲ καὶ ἑκαστέρω, τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι.
有许多邻近的土地,也有许多较远的土地,如果我们占领其中之一,我们就会让更多的人更加惊叹。
οἰκὸς δὲ ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν·
而作为统治者的男子做出这样的举动也是理所当然的。
κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ἢ ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε τῆς Ἀσίης;
因为,当我们在统治着许多人并统治着整个亚细亚的时候,究竟什么时候还会有比这更好的机会呢?
§9.122.3Κῦρος δὲ ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν λόγον ἐκέλευε ποιέειν ταῦτα, οὕτω δὲ αὐτοῖσι παραίνεε κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλʼ ἀρξομένους·
” 然而,居鲁士听了这些话,对这个建议并不赞赏,虽然他让波斯人去这样做,但也向他们提出警告,命令他们要做好不再作为统治者而是作为被统治者的准备。
φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς γίνεσθαι· οὐ γὰρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια.
因为他说,从温和的土地中往往会产生温和的人,同一块土地绝不可能既长出奇异的果实,又培育出善于作战的勇士。
§9.122.4ὥστε συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες, ἑσσωθέντες τῇ γνώμῃ πρὸς Κύρου, ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες μᾶλλον ἢ πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν.
于是,波斯人明白了这一点,便在主张上败给居鲁士而退隐离去,他们宁可选择居住在贫瘠的土地上进行统治,也不愿耕种平原而奴役于他人。