Humanitext Reader

希罗多德 · 历史 §9.116.1-9.116.3

阿尔塔宇克特斯掠夺圣域与在塞斯托斯被围

第 1571 段,共 1577 段 · 希腊语

内容简介

记述了阿尔塔宇克特斯如何欺骗薛西斯以掠夺普罗特西拉乌斯的财宝,以及随后他在塞斯托斯在毫无准备的情况下被雅典人包围的境况。

§9.116.1ἐτυράννευε δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης, ἀνὴρ μὲν Πέρσης, δεινὸς δὲ καὶ ἀτάσθαλος, ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπʼ Ἀθήνας ἐξηπάτησε, τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος.
统治该行省的是薛西斯的总督阿尔塔宇克特斯,他是一个波斯人,残暴而无耻。 他甚至在国王向雅典进军时欺骗了国王,私自将伊菲克洛斯之子普罗特西拉乌斯的财产从埃莱乌斯运走。
§9.116.2ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα, τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος.
因为在赫尔松尼苏斯的埃莱乌斯有普罗特西拉乌斯的陵墓,周围还有他的圣域,那里有大量的财宝、金银杯、青铜器、衣物和其他献纳品,阿尔塔宇克特斯在国王恩准后将这些东西掠夺一空。
λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο. §9.116.3δέσποτα, ἔστι οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα, ὃς ἐπὶ γῆν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανε·
他用以下这番话蒙蔽了薛西斯: “主人,这里有一个希腊人的家,他曾出兵侵犯您的土地,因遭到报应而死。
τούτου μοι δὸς τὸν οἶκον, ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι.
请把他的家赐给我,好让其他人也吸取教训,不敢再侵犯您的土地。
ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον, οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε.
” 他用这番话,轻而易举地使薛西斯把那个人的家赐给了他,而国王对他所企图的事情毫无察觉。
ἐπὶ γῆν δὲ τὴν βασιλέος στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε· τὴν Ἀσίην πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος.
但他之所以说普罗特西拉乌斯侵犯了国王的土地,是因为他有着这样的想法:波斯人认为整个亚洲都属于他们自己和任何时期的在位国王。
ἐπεὶ δὲ ἐδόθη, τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς Σηστὸν ἐξεφόρησε, καὶ τὸ τέμενος ἔσπειρε καὶ ἐνέμετο, αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσγετο.
在得到恩赐后,他将财宝从埃莱乌斯运往塞斯托斯,并在圣域播种耕作、放牧牲畜,每当他自己来到埃莱乌斯,他就在内殿里与妇女交欢。
τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρεσκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς Ἕλληνας, ἀφύκτως δέ κως αὐτῷ ἐπέπεσον.
当时,他正受到雅典人的围攻,他既没有做好围城的准备,也没有料到希腊人的到来,希腊人以一种令他无法逃脱的方式突袭了他。

词汇与语法注释

  1. 9.116.2βασιλέος δόντος — βασιλέος δόντος 是属格独立结构(genitive absolute),说明阿尔塔宇克特斯掠夺神庙的行为是在“国王(薛西斯)准许的情况下”进行的背景。
  2. 9.116.3τῶν ἐκεῖνος ἐφρόνεε — 关系代词 τῶν 是关系代词吸引(relative attraction)的一个例子(源自 τούτων ἃ)。原本应为宾格的代词,被主句分词 ὑποτοπηθέντα(怀疑)所要求的属格所吸引而变为属格。
  3. 9.116.3ἑωυτῶν εἶναι... καὶ τοῦ αἰεὶ βασιλεύοντος — 这些是作为不定式 εἶναι 表语的领属属格,表达了波斯人对亚洲的领土主张:“属于他们自己以及任何时期的在位国王”。
  4. 9.116.3ὅκως ἀπίκοιτο — 连词 ὅκως(伊奥尼亚方言的 ὅπως)后接祈愿法 ἀπίκοιτο(ἀφίκοιτο 的伊奥尼亚方言形式),表示过去反复发生的动作(“每当他到达时”)。

引用这一段

希罗多德, 历史 §9.116.1-9.116.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.116.1-9.116.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。