§9.113.1ὁ δὲ Μασίστης οὐδέν κω ἀκηκοὼς τούτων, ἐλπόμενος δέ τί οἱ κακὸν εἶναι, ἐσπίπτει δρόμῳ ἐς τὰ οἰκία.
而马西斯特斯当时对此还一无所知,但预感到自己会有什么不幸,奔跑着冲进了家门。
ἰδὼν δὲ διεφθαρμένην τὴν γυναῖκα, αὐτίκα μετὰ ταῦτα συμβουλευσάμενος τοῖσι παισὶ ἐπορεύετο ἐς Βάκτρα σύν τε τοῖσι ἑωυτοῦ υἱοῖσι καὶ δή κου τισὶ καὶ ἄλλοισι ὡς ἀποστήσων νομὸν τὸν Βάκτριον καὶ ποιήσων τὰ μέγιστα κακῶν βασιλέα·
在看到妻子被残害的模样后,他紧接着在与儿子们商议之后,便动身前往巴克特里亚,同行的是他自己的儿子们,以及大概还有其他一些人,企图煽动巴克特里亚行省起义,并给国王造成最大的危害。
§9.113.2τά περ ἂν καὶ ἐγένετο, ὡς ἐμοὶ δοκέειν, εἴ περ ἔφθη ἀναβὰς ἐς τοὺς Βακτρίους καὶ τοὺς Σάκας·
这件事,在我看来,确实本会发生,只要他能先一步到达巴克特里亚人和塞迦人那里。
καὶ γὰρ ἔστεργόν μιν καὶ ἦν ὕπαρχος τῶν Βακτρίων.
因为他们确实爱戴他,而他又是巴克特里亚的副王。
ἀλλὰ γὰρ Ξέρξης πυθόμενος ταῦτα ἐκεῖνον πρήσσοντα, πέμψας ἐπʼ αὐτὸν στρατιὴν ἐν τῇ ὁδῷ κατέκτεινε αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν στρατιὴν τὴν ἐκείνου.
然而,薛西斯得知他正在策划这些事情,便派出一支军队去追击他,在半路上杀死了他本人、他的儿子们,以及他的整支军队。
κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μασίστεω θάνατον τοσαῦτα ἐγένετο.
关于薛西斯的爱情以及马西斯特斯之死,所发生的事情就是这些。