§9.113.1ὁ δὲ Μασίστης οὐδέν κω ἀκηκοὼς τούτων, ἐλπόμενος δέ τί οἱ κακὸν εἶναι, ἐσπίπτει δρόμῳ ἐς τὰ οἰκία.
But Masistes, having heard nothing of these things as yet, but expecting that some evil had befallen him, rushed running into his house.
ἰδὼν δὲ διεφθαρμένην τὴν γυναῖκα, αὐτίκα μετὰ ταῦτα συμβουλευσάμενος τοῖσι παισὶ ἐπορεύετο ἐς Βάκτρα σύν τε τοῖσι ἑωυτοῦ υἱοῖσι καὶ δή κου τισὶ καὶ ἄλλοισι ὡς ἀποστήσων νομὸν τὸν Βάκτριον καὶ ποιήσων τὰ μέγιστα κακῶν βασιλέα·
Having seen his wife mutilated, immediately after this, having consulted with his sons, he set out for Bactra with his own sons and indeed, I suppose, certain others, intending to cause the Bactrian province to revolt and to do the greatest of evils to the king.
§9.113.2τά περ ἂν καὶ ἐγένετο, ὡς ἐμοὶ δοκέειν, εἴ περ ἔφθη ἀναβὰς ἐς τοὺς Βακτρίους καὶ τοὺς Σάκας· καὶ γὰρ ἔστεργόν μιν καὶ ἦν ὕπαρχος τῶν Βακτρίων.
Which indeed would have happened, as it seems to me, if he had succeeded in going up to the Bactrians and the Sacae first; for indeed they loved him, and he was the governor of the Bactrians.
ἀλλὰ γὰρ Ξέρξης πυθόμενος ταῦτα ἐκεῖνον πρήσσοντα, πέμψας ἐπʼ αὐτὸν στρατιὴν ἐν τῇ ὁδῷ κατέκτεινε αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν στρατιὴν τὴν ἐκείνου.
But, since Xerxes learned that he was doing these things, sending an army against him, he killed along the road both him himself, and his children, and his army.
κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μασίστεω θάνατον τοσαῦτα ἐγένετο.
In connection with the love of Xerxes and the death of Masistes, such were the things that happened.