§9.112.1ἐν δὲ τούτῳ διὰ μέσου χρόνῳ, ἐν τῷ Ξέρξης τῷ ἀδελφεῷ διελέγετο, ἡ Ἄμηστρις μεταπεμψαμένη τοὺς δορυφόρους τοῦ Ξέρξεω διαλυμαίνεται τὴν γυναῖκα τοῦ Μασίστεω·
在此期间,即在薛西斯与他兄弟谈话的过程中,阿梅斯特里丝召来了薛西斯的卫兵,残害了马西斯特斯的妻子。
τούς τε μαζοὺς ἀποταμοῦσα κυσὶ προέβαλε καὶ ῥῖνα καὶ ὦτα καὶ χείλεα καὶ γλῶσσαν ἐκταμοῦσα ἐς οἶκόν μιν ἀποπέμπει διαλελυμασμένην.
她割下了她的乳房丢给狗吃,又割去了她的鼻子、耳朵、嘴唇和舌头,然后把她送回家去,任其身体残虐不全。