§9.111.1τέλος μέντοι ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος, ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου, κάρτα δὴ ἀέκων κατανεύει, καὶ παραδοὺς ποιέει ὧδε· τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται, ὁ δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε.
然而,最后由于她苦苦哀求,加之受到法律的约束——因为在举办王室宴会时,他们是不可能拒绝任何提出请求的人的——他极不情愿地表示同意,在把她交出后,他采取了如下行动:他命令她做自己想做的事,同时派人召来自己的兄弟,并对他说: “马西斯特斯,你既是达利乌斯的儿子,也是我的兄弟,而且还是一个优秀的人。
§9.111.2Μασίστα, σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός, πρὸς δʼ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός· γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε, ἀλλά τοι ἀντʼ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν.
不要再与你现在的妻子共同生活了,我把我的女儿赐给你代替她。
ταύτῃ συνοίκεε· τὴν δὲ νῦν ἔχεις, οὐ γὰρ δοκέει ἐμοί, μὴ ἔχε γυναῖκα.
与她共同生活吧;至于你现在的妻子——因为我认为不妥——不要再把她当作妻子了。
§9.111.3ὁ δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε. ὦ δέσποτα, τίνα μοι λόγον λέγεις ἄχρηστον, κελεύων με γυναῖκα, ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες, τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα, αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα·
” 马西斯特斯对这些话感到万分惊讶,说道: “主上,您对我说的是什么无理的话啊,竟然命令我离开妻子? 我和她育有年轻的儿子和女儿,其中一个女儿您自己还娶来作为您儿子的妻子,而且她本身也极合我的心意。
ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι;
您竟然命令我抛弃她,转而娶您的女儿吗?
§9.111.4ἐγὼ δὲ βασιλεῦ μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς, ποιήσω μέντοι τούτων οὐδέτερα.
” “大王,虽然能被认为配得上您的女儿令我感到极大的荣幸,但我绝不会做这两件事中的任何一件。
σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιοῦδε δεόμενος· ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων, ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν.
请您千万不要强迫我做这种事;您的女儿会找到另一个绝不亚于我的丈夫,请让我继续与我的妻子共同生活吧。
§9.111.5ὃ μὲν δὴ τοιούτοισι ἀμείβεται, Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε. οὕτω τοι, Μασίστα, πέπρηκται· οὔτε γὰρ ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις, ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι.
” 他作了这样的回答,而薛西斯勃然大怒,说道: “马西斯特斯,事情对你来说已经决定了:我既不会把我的女儿嫁给你,你也不能再和那个妻子共同生活下去了,好让你学会接受所赐予的东西。
ὁ δὲ ὡς ταῦτα ἤκουσε, εἴπας τοσόνδε ἐχώρεε ἔξω
δέσποτα, οὐ δὴ κώ με ἀπώλεσας.
” 他听了这话,只说了这么一句便走了出去: “主上,您还没有毁灭我呢。 ”