§9.109.1χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε.
随着时间推移,事情以如下方式暴露了。
ἐξυφήνασα Ἄμηστρις ἡ Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ.
薛西斯的妻子阿梅斯特里丝织了一件巨大、花纹繁复且值得一看的斗篷,送给了薛西斯。
ὁ δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην·
他非常高兴,穿上它,去了阿塔云特那里。
§9.109.2ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι ὃ τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων· πάντα γὰρ τεύξεσθαι αἰτήσασαν.
由于他也对她感到欢喜,便让女人提出她想要什么作为她服侍他的回报,因为只要她要求,就一切都能得到。
τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι, πρὸς ταῦτα εἶπε Ξέρξῃ
δώσεις μοι τὸ ἄν σε αἰτήσω;
但由于她注定要连同全家一起遭遇厄运,她便对薛西斯说: “如果我向您请求,您会把我所请求的东西赐给我吗?
ὁ δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε.
” 薛西斯以为她会请求除了那件斗篷以外的任何东西,便答应并立下了誓言。
ἣ δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ φᾶρος.
而她一见他立誓,便毫无惧色地索要那件斗篷。
§9.109.3Ξέρξης δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι, κατʼ ἄλλο μὲν οὐδέν, φοβεόμενος δὲ Ἄμηστριν, μὴ καὶ πρὶν κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων·
薛西斯百般推托,不愿给她,这并非因为别的原因,而是因为害怕阿梅斯特里丝,担心被那个甚至在此之前就已猜到发生何事的妻子发现自己正在做的事。
ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν, τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἀλλʼ ἢ ἐκείνη. Περσικὸν δὲ κάρτα ὁ στρατὸς δῶρον.
为此,他提出赐给她城市、无尽的金子以及一支除了她之外谁也无法指挥的军队——军队是非常具有波斯特色的礼物。
ἀλλʼ οὐ γὰρ ἔπειθε, διδοῖ τὸ φᾶρος.
然而,因为无法说服她,他还是把斗篷给了她。
ἣ δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο.
她对这份礼物无比欣喜,穿在身上,得意洋洋。