§9.104.1Μιλησίοισι δὲ προσετέτακτο μὲν ἐκ τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι, ὡς ἢν ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε, ἔχοντες ἡγεμόνας σώζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης.
米利都人曾被波斯人命令去把守通道,以确保他们的安全,以便万一他们遭遇像现在实际遭遇的那样的事态,能有向导带领他们安全逃往米卡勒的山顶。
ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιέοιεν·
米利都人被部署这一任务,既是为了这个原因,也是为了不让他们留在营地里制造任何变故。
οἳ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίεον, ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι, αἳ δὴ ἔφερον ἐς τοὺς πολεμίους, καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώτατοι.
然而,他们所做的与受命之事完全相反,他们引导那些逃跑的波斯人走上其他实际上通往敌人的道路,最后他们自己亲手杀害他们,成了最凶残的敌人。
οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη.
就这样,伊奥尼亚第二次脱离了波斯人的统治。