§8.79.1συνεστηκότων δὲ τῶν στρατηγῶν, ἐξ Αἰγίνης διέβη Ἀριστείδης ὁ Λυσιμάχου, ἀνὴρ Ἀθηναῖος μὲν ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου·
在将领们相持不下之时,阿里斯泰德斯,即留西马科斯之子,从埃吉纳渡海而来。 他虽是雅典人,却被民众放逐。
τὸν ἐγὼ νενόμικα, πυνθανόμενος αὐτοῦ τὸν τρόπον, ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον.
在探知他的为人之后,我认为他是雅典最杰出、最公正的人。
§8.79.2οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα, ἐόντα μὲν ἑωυτῷ οὐ φίλον ἐχθρὸν δὲ τὰ μάλιστα· ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο, θέλων αὐτῷ συμμῖξαι·
这个人站在会议场所前,把塞米斯托克勒斯叫了出来——此人并非他的朋友,甚至是他最大的仇敌;但由于眼前灾难的深重,他抛却了以往的恩怨,想要与他面谈而将他唤出。
προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν.
因为他先前已经听说,来自伯罗奔尼撒的人们正急于将船只开往地峡。
§8.79.3ὡς δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης, ἔλεγε Ἀριστείδης τάδε. ἡμέας στασιάζειν χρεόν ἐστι ἔν τε τῷ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται.
当塞米斯托克勒斯向他走出来时,阿里斯泰德斯说道: “我们无论在平时,尤其是在此时,都应当展开竞争,看我们两人中谁能为祖国建立更多的功勋。
§8.79.4λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννησίοισι.
我向你直言,关于伯罗奔尼撒人从这里撤退一事,多说还是少说都是一样的。
ἐγὼ γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν οὐδʼ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλῶσαι·
因为我亲眼目睹,现在哪怕科林斯人和欧律比亚德斯本人想要撤退,他们也无法开航。
περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ.
我们已经被敌人全面包围了。
ἀλλʼ ἐσελθών σφι ταῦτα σήμηνον.
所以,请你进去向他们报告这件事。
ὃ δʼ ἀμείβετο τοῖσιδε.
” 而对方则用以下的话回答。