§8.61.1ταῦτα λέγοντος Θεμιστοκλέος αὖτις ὁ Κορίνθιος Ἀδείμαντος ἐπεφέρετο, σιγᾶν τε κελεύων τῷ μὴ ἐστὶ πατρὶς καὶ Εὐρυβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλι ἀνδρί· πόλιν γὰρ τὸν Θεμιστοκλέα παρεχόμενον οὕτω ἐκέλευε γνώμας συμβάλλεσθαι.
当特米斯托克利说这些话时,科林斯人阿底曼图斯再次向他发难,命令那个没有祖国的人保持沉默,并且不准尤里比亚德斯为一个没有城邦的人进行表决;因为他要求特米斯托克利在提供了一个城邦之后,方可如此发表意见。
ταῦτα δέ οἱ προέφερε ὅτι ἡλώκεσάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι.
他之所以向他提出这一责难,是因为雅典已被攻陷并被占领。
§8.61.2τότε δὴ ὁ Θεμιστοκλέης κεῖνόν τε καὶ τοὺς Κορινθίους πολλά τε καὶ κακὰ ἔλεγε, ἑωυτοῖσι τε ἐδήλου λόγῳ ὡς εἴη καὶ πόλις καὶ γῆ μέζων ἤ περ ἐκείνοισι, ἔστʼ ἂν διηκόσιαι νέες σφι ἔωσι πεπληρωμέναι· οὐδαμοὺς γὰρ Ἑλλήνων αὐτοὺς ἐπιόντας ἀποκρούσεσθαι.
这时,特米斯托克利对阿底曼图斯和科林斯人大加痛骂,并用言辞表明,只要他们拥有两百艘满载船员的战船,他们自己就拥有比他们更大的城邦和土地;因为在希腊人中,没有任何人能在他们进攻时将他们击退。