§8.60B.1ἢν δὲ τὰ ἐγὼ λέγω ποιήσῃς, τοσάδε ἐν αὐτοῖσι χρηστὰ εὑρήσεις· πρῶτα μὲν ἐν στεινῷ συμβάλλοντες νηυσὶ ὀλίγῃσι πρὸς πολλάς, ἢν τὰ οἰκότα ἐκ τοῦ πολέμου ἐκβαίνῃ, πολλὸν κρατήσομεν· τὸ γὰρ ἐν στεινῷ ναυμαχέειν πρὸς ἡμέων ἐστί, ἐν εὐρυχωρίῃ δὲ πρὸς ἐκείνων.
“但如果你照我所说的去做,你将在其中发现如下许多好处:首先,在狭窄的水域中以少数船只对抗多数船只,如果战争中合乎常理的结果得以实现,我们将取得巨大的胜利;因为在狭窄处进行海战对我们有利,而在开阔处对他们有利。
αὖτις δὲ Σαλαμὶς περιγίνεται, ἐς τὴν ἡμῖν ὑπέκκειται τέκνα τε καὶ γυναῖκες.
其次,萨拉米斯得以保全,我们的妻子和儿女已被转移到那里安全撤离。
καὶ μὲν καὶ τόδε ἐν αὐτοῖσι ἔνεστι, τοῦ καὶ περιέχεσθε μάλιστα· ὁμοίως αὐτοῦ τε μένων προναυμαχήσεις Πελοποννήσου καὶ πρὸς τῷ Ἰσθμῷ, οὐδὲ σφέας, εἴ περ εὖ φρονέεις, ἄξεις ἐπὶ τὴν Πελοπόννησον.
而且,在其中还包含着这一条,那正是你们最为看重的:通过留在这里,你保护伯罗奔尼撒而战的效果与在防守地峡时是一样的,而且如果你足够聪明,你就不会把他们引向伯罗奔尼撒。 ”