§8.55.1τοῦ δὲ εἵνεκεν τούτων ἐπεμνήσθην, φράσω.
至于我为何提及此事,我将说明。
ἔστι ἐν τῇ ἀκροπόλι ταύτῃ Ἐρεχθέος τοῦ γηγενέος λεγομένου εἶναι νηός, ἐν τῷ ἐλαίη τε καὶ θάλασσα ἔνι, τὰ λόγος παρὰ Ἀθηναίων Ποσειδέωνά τε καὶ Ἀθηναίην ἐρίσαντας περὶ τῆς χώρης μαρτύρια θέσθαι.
在这座卫城里有一座被说成是“大地之子”的埃里克托尼乌斯的神庙,庙内有一棵橄榄树和一个“海”;据雅典人的传说,这是波塞冬和雅典娜争夺这片土地时留下的见证。
ταύτην ὦν τὴν ἐλαίην ἅμα τῷ ἄλλῳ ἱρῷ κατέλαβε ἐμπρησθῆναι ὑπὸ τῶν βαρβάρων·
然而,这棵橄榄树同其余的圣所一起,未能幸免于被蛮族焚毁的命运。
δευτέρῃ δὲ ἡμέρῃ ἀπὸ τῆς ἐμπρήσιος Ἀθηναίων οἱ θύειν ὑπὸ βασιλέος κελευόμενοι ὡς ἀνέβησαν ἐς τὸ ἱρόν, ὥρων βλαστὸν ἐκ τοῦ στελέχεος ὅσον τε πηχυαῖον ἀναδεδραμηκότα.
但在焚毁后的第二天,当那些受国王之命前去祭祀的雅典人登上圣所时,他们看见一根新芽从树桩上抽了出来,已经长到大约一肘高。
οὗτοι μέν νυν ταῦτα ἔφρασαν.
这些人便报告了这件事。