§8.46.1νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο.
在岛屿居民中,埃吉纳人提供了三十艘船。
ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες, ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον, τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν.
他们虽然还有其他配备了船员的船只,但他们用那些船防守自己的国土,而用其中航行性能最好的三十艘在萨拉米斯参加了海战。
Αἰγινῆται δὲ εἰσὶ Δωριέες ἀπὸ Ἐπιδαύρου· §8.46.2τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη.
埃吉纳人是来自埃皮达鲁斯的多利安人;这座岛屿以前的名字是奥伊诺内。
μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπʼ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά· οὗτοι δὲ Ἴωνες εἰσί.
在埃吉纳人之后,哈尔基斯人提供了他们在阿耳特米西昂时的二十艘船,埃雷特里亚人提供了七艘;他们都是伊奥尼亚人。
μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι, ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων.
其后是凯奥斯人,他们提供了相同数量的船只,他们是来自雅典的伊奥尼亚族。
§8.46.3Νάξιοι δὲ παρείχοντο τέσσερας, ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται, ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος, ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος.
纳克索斯人提供了四艘;他们像其他岛屿居民一样,本已被同胞市民派往美地亚人那里,但他们无视了命令,在民主克里托斯——一位在市民中声望很高且当时担任三列桨战船船长的男子——的极力推动下,来到了希腊人一边。
Νάξιοι δὲ εἰσὶ Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες.
纳克索斯人是源自雅典的伊奥尼亚人。
§8.46.4Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπʼ Ἀρτεμισίῳ, Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον, ἐόντες συναμφότεροι οὗτοι Δρύοπες.
斯图拉人提供了与在阿耳特米西昂时相同数量的船只,基斯诺斯人则提供了一艘船和一艘五十桨船,这两者都是德里奥普斯人。
καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο· οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ.
塞里福斯人、西夫诺斯人和米洛斯人也参加了远征;因为他们是岛屿居民中仅有的没有向野蛮人献上土和水的人。