§8.46.1νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο.
島嶼人の中では、アイギナ人が三十隻を提供した。
ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες, ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον, τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν.
彼らには他にも乗員の乗り組んだ船があったが、それらで自国を警備し、最もよく航行する三十隻でサラミスにおいて海戦を戦った。
Αἰγινῆται δὲ εἰσὶ Δωριέες ἀπὸ Ἐπιδαύρου·
アイギナ人はエピダウロスから来たドリス人である。
§8.46.2τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη.
その島は、以前はオイノネという名であった。
μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπʼ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά·
アイギナ人の次には、カルキス人がアルテミシオンでの二十隻を、エレトリア人が七隻を提供した。
οὗτοι δὲ Ἴωνες εἰσί.
彼らはイオニア人である。
μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι, ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων.
その次にはケイオス人が同じ数を差し出したが、彼らはアテナイから来たイオニア系の民族である。
§8.46.3Νάξιοι δὲ παρείχοντο τέσσερας, ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται, ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος, ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος.
ナクソス人は四隻を提供した。 彼らは市民たちによって他の島嶼人と同様にメディア人のもとへ派遣されていたが、その命令を無視し、市民の中で信望が篤く、当時三段櫂船の船長を務めていたデモクリトスが尽力したことによって、ギリシア人の側へとやって来た。
Νάξιοι δὲ εἰσὶ Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες.
ナクソス人はアテナイに起源を持つイオニア人である。
§8.46.4Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπʼ Ἀρτεμισίῳ, Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον, ἐόντες συναμφότεροι οὗτοι Δρύοπες.
ステュラ人はアルテミシオンのときと同じ数の船を提供し、キュトノス人は一隻と五十橈船一隻を提供したが、これら両者はともにドリュオプス人である。
καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο·
またセリポス人、シプノス人、メロス人も従軍した。
οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ.
彼らこそは島嶼人の中で、異民族に「土と水」を与えなかった唯一の者たちだからである。