§8.44.1οὗτοι μέν νυν Πελοποννησίων ἐστρατεύοντο, οἱ δὲ ἐκ τῆς ἔξω ἠπείρου, Ἀθηναῖοι μὲν πρὸς πάντας τοὺς ἄλλους παρεχόμενοι νέας ὀγδώκοντα καὶ ἑκατόν, μοῦνοι·
伯罗奔尼撒人中参战的便是这些人;而从外侧的大陆,雅典人独自提供了一百八十艘船,这与其他所有人相比是最多的。
ἐν Σαλαμῖνι γὰρ οὐ συνεναυμάχησαν Πλαταιέες Ἀθηναίοισι διὰ τοιόνδε τι πρῆγμα· ἀπαλλασσομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμισίου, ὡς ἐγίνοντο κατὰ Χαλκίδα, οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων.
因为在萨拉米斯,普拉提亚人由于以下缘故,并未与雅典人一同参加海战:当希腊人从阿耳特米西昂撤退,行至哈尔基斯附近时,普拉提亚人下船前往波奥蒂亚地区的对岸,致力于撤离家眷。
οὗτοι μέν νυν τούτους σώζοντες ἐλείφθησαν.
于是,他们为了安顿家眷而被留了下来。
§8.44.2Ἀθηναῖοι δὲ ἐπὶ μὲν Πελασγῶν ἐχόντων τὴν νῦν Ἑλλάδα καλεομένην ἦσαν Πελασγοί, ὀνομαζόμενοι Κραναοί, ἐπὶ δὲ Κέκροπος βασιλέος ἐκλήθησαν Κεκροπίδαι, ἐκδεξαμένου δὲ Ἐρεχθέος τὴν ἀρχὴν Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχεω γενομένου Ἀθηναίοισι ἐκλήθησαν ἀπὸ τούτου Ἴωνες.
雅典人在佩拉斯吉人领有如今被称为希腊的土地的时代,曾是佩拉斯吉人,被称为克拉纳奥伊人;在国王塞克罗普斯时代,他们被称为塞克罗皮代人;而当埃雷赫修斯继承王权时,他们改名为雅典人;在克苏托斯之子伊翁成为雅典人的军队统帅后,他们便因他而被称为伊奥尼亚人。