§8.35.1οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο, ἄλλοι δὲ αὐτῶν ἡγεμόνας ἔχοντες ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, ἐν δεξιῇ τὸν Παρνησὸν ἀπέργοντες.
于是,蛮族之中的这些人朝这个方向行进,而他们的其他人则在向导的带领下,朝着德尔斐的神庙进发,将帕纳塞斯山隔在右侧。
ὅσα δὲ καὶ οὗτοι ἐπέσχον τῆς Φωκίδος, πάντα ἐσιναμώρεον· καὶ γὰρ τῶν Πανοπέων τὴν πόλιν ἐνέπρησαν καὶ Δαυλίων καὶ Αἰολιδέων.
他们占领的福基斯的一切地方,全部遭到了他们的蹂躏;因为他们不仅放火烧毁了帕诺佩伊斯人的城市,还烧毁了达乌利斯人和埃奥利代人的城市。
§8.35.2ἐπορεύοντο δὲ ταύτῃ ἀποσχισθέντες τῆς ἄλλης στρατιῆς τῶνδε εἵνεκα, ὅκως συλήσαντες τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι βασιλέι Ξέρξῃ ἀποδέξαιεν τὰ χρήματα.
他们与大军脱离并朝这个方向进军,是为了以下的目的:即在掠夺了德尔斐的神庙后,将财宝呈献给薛西斯国王。
πάντα δʼ ἠπίστατο τὰ ἐν τῷ ἱρῷ ὅσα λόγου ἦν ἄξια Ξέρξης, ὡς ἐγὼ πυνθάνομαι, ἄμεινον ἢ τὰ ἐν τοῖσι οἰκίοισι ἔλιπε, πολλῶν αἰεὶ λεγόντων, καὶ μάλιστα τὰ Κροίσου τοῦ Ἀλυάττεω ἀναθήματα.
然而,据我所知,薛西斯对神庙中所有值得一提的财宝的了解,甚至超过了他留在自己宫殿里的财产,因为许多人一直在谈论这些东西,尤其是阿利亚特之子克罗伊索斯的奉纳品。