§8.23.1Θεμιστοκλέης μὲν ταῦτα ἐνέγραψε·
塞米斯托克勒刻下了这些文字。
τοῖσι δὲ βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἱστιαιεὺς ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων.
随后,立刻有一个赫斯提亚亚人乘船来到蛮族那里,报告希腊人已从阿提密修姆逃走的消息。
οἳ δʼ ὑπʼ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχέας ἀπέστειλαν προκατοψομένας·
蛮族由于怀疑,便将这个报告者拘禁起来,同时派出快速船只提前去侦察。
ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν, οὕτω δὴ ἅμα ἡλίῳ σκιδναμένῳ πᾶσα ἡ στρατιὴ ἐπέπλεε ἁλὴς ἐπὶ τὸ Ἀρτεμίσιον.
当这些侦察船返回并报告了真实情况后,他们这才在日出时分,全军集结驶向阿提密修姆。
ἐπισχόντες δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέσου ἡμέρης, τὸ ἀπὸ τούτου ἔπλεον ἐς Ἱστιαίην·
他们在那地方停留到中午,此后便向赫斯提亚亚航行。
ἀπικόμενοι δὲ τὴν πόλιν ἔσχον τῶν Ἱστιαιέων, καὶ τῆς Ἐλλοπίης μοίρης γῆς δὲ τῆς Ἱστιαιώτιδος τὰς παραθαλασσίας χώρας πάσας ἐπέδραμον.
抵达后,他们占领了赫斯提亚亚人的城市,并袭扰了赫斯提亚欧提斯土地上埃罗皮亚地区的所有沿海地带。