§8.15.1τρίτῃ δὲ ἡμέρῃ δεινόν τι ποιησάμενοι οἱ στρατηγοὶ τῶν βαρβάρων νέας οὕτω σφι ὀλίγας λυμαίνεσθαι, καὶ τὸ ἀπὸ Ξέρξεω δειμαίνοντες, οὐκ ἀνέμειναν ἔτι τοὺς Ἕλληνας μάχης ἄρξαι, ἀλλὰ παρακελευσάμενοι κατὰ μέσον ἡμέρης ἀνῆγον τὰς νέας.
第三天,异族的将军们认为,如此少数量的船只竟然能给他们造成损害,这实在是奇耻大辱,同时他们也害怕来自薛西斯的惩罚,于是不再等待希腊人开始战斗,而是在互相激励之后,于中午时分将船只驶向大海。
συνέπιπτε δὲ ὥστε τὰς αὐτὰς ἡμέρας τάς τε ναυμαχίας γίνεσθαι ταύτας καὶ τὰς πεζομαχίας τὰς ἐν Θερμοπύλῃσι.
恰巧,这些海战与温泉关的陆战是在完全相同的日子里进行的。
§8.15.2ἦν δὲ πᾶς ὁ ἀγὼν τοῖσι κατὰ θάλασσαν περὶ τοῦ Εὐρίπου, ὥσπερ τοῖσι ἀμφὶ Λεωνίδην τὴν ἐσβολὴν φυλάσσειν.
对于海上的人来说,所有的斗争都是为了争夺欧里普斯海峡,正如列奥尼达及其部下守卫通道一样。
οἳ μὲν δὴ παρεκελεύοντο ὅκως μὴ παρήσουσι ἐς τὴν Ἑλλάδα τοὺς βαρβάρους, οἳ δʼ ὅκως τὸ Ἑλληνικὸν στράτευμα διαφθείραντες τοῦ πόρου κρατήσουσι.
前者互相激励,决不让异族人进入希腊;后者则互相勉励,要歼灭希腊军队并夺取通道的控制权。
ὡς δὲ ταξάμενοι οἱ Ξέρξεω ἐπέπλεον, οἱ Ἕλληνες ἀτρέμας εἶχον πρὸς τῷ Ἀρτεμισίῳ.
当薛西斯的军队排好阵形驶来时,希腊人在阿耳忒弥锡翁附近静静等待。
οἱ δὲ βάρβαροι μηνοειδὲς ποιήσαντες τῶν νεῶν ἐκυκλοῦντο, ὡς περιλάβοιεν αὐτούς.
而异族人则将船只排成新月形,企图将他们包围。