§8.128.1ἐξελὼν δὲ ταύτην ὁ Ἀρτάβαζος τῇ Ποτιδαίῃ ἐντεταμένως προσεῖχε·
攻占该城后,阿尔塔巴佐斯将全部精力集中于波提亚亚。
προσέχοντι δέ οἱ προθύμως συντίθεται προδοσίην Τιμόξεινος ὁ τῶν Σκιωναίων στρατηγός, ὅντινα μὲν τρόπον ἀρχήν, ἔγωγε οὐκ ἔχω εἰπεῖν (οὐ γὰρ ὦν λέγεται), τέλος μέντοι τοιάδε ἐγίνετο·
正当他极力专注于此的时候,斯基奥内人的将军提摩克塞诺斯与他达成了背叛的密约。
ὅκως βυβλίον γράψειε ἢ Τιμόξεινος ἐθέλων παρὰ Ἀρτάβαζον πέμψαι ἢ Ἀρτάβαζος παρὰ Τιμόξεινον, τοξεύματος παρὰ τὰς γλυφίδας περιειλίξαντες καὶ πτερώσαντες τὸ βυβλίον ἐτόξευον ἐς συγκείμενον χωρίον.
至于最初是如何开始的,我无法说明(因为没有这方面的传闻),但其结果却是如下进行的:每当提摩克塞诺斯想要送信给阿尔塔巴佐斯,或者阿尔塔巴佐斯想要送信给提摩克塞诺斯而写信时,他们就会将信纸缠在箭扣周围,并安上羽毛,然后将信射向约定的地点。
§8.128.2ἐπάιστος δὲ ἐγένετο ὁ Τιμόξεινος προδιδοὺς τὴν Ποτίδαιαν·
然而,提摩克塞诺斯背叛波提亚亚的行为最终败露了。
τοξεύων γὰρ ὁ Ἀρτάβαζος ἐς τὸ συγκείμενον, ἁμαρτὼν τοῦ χωρίου τούτου βάλλει ἀνδρὸς Ποτιδαιήτεω τὸν ὦμον, τὸν δὲ βληθέντα περιέδραμε ὅμιλος, οἷα φιλέει γίνεσθαι ἐν πολέμῳ, οἳ αὐτίκα τὸ τόξευμα λαβόντες ὡς ἔμαθον τὸ βυβλίον, ἔφερον ἐπὶ τοὺς στρατηγούς·
因为当阿尔塔巴佐斯向约定的地点射箭时,他偏离了该处,射中了一名波提亚亚人的肩膀。 被射中的人周围立刻围上了一群人(这在战争中是常有的事),他们当即拿过箭,在发现信纸后,便送到了将军们那里。
παρῆν δὲ καὶ τῶν ἄλλων Παλληναίων συμμαχίν.
当时其他帕勒涅人的盟军也在场。
§8.128.3τοῖσι δὲ στρατηγοῖσι ἐπιλεξαμένοισι τὸ βυβλίον καὶ μαθοῦσι τὸν αἴτιον τῆς προδοσίης ἔδοξε μὴ καταπλῆξαι Τιμόξεινον προδοσίῃ τῆς Σκιωναίων πόλιος εἵνεκα, μὴ νομιζοίατο εἶναι Σκιωναῖοι ἐς τὸν μετέπειτα χρόνον αἰεὶ προδόται.
将军们阅读了信件,得知了背叛的始作俑者,但为了斯基奥内人城邦的缘故,决定不以背叛罪公开谴责提摩克塞诺斯,以免斯基奥内人在今后的岁月中永远被视为叛徒。