§8.126.1Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος ἀνὴρ ἐν Πέρσῃσι λόγιμος καὶ πρόσθε ἐών, ἐκ δὲ τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενος, ἔχων ἓξ μυριάδας στρατοῦ τοῦ Μαρδόνιος ἐξελέξατο, προέπεμπε βασιλέα μέχρι τοῦ πόρου.
法纳克斯之子阿尔塔巴佐斯此前在波斯人中已是名声显赫,而在普拉提亚战役之后,他的名声更上一层。 他率领着马尔多尼奥斯亲选出来的六万大军,护送国王一直到达渡口。
§8.126.2ὡς δὲ ὃ μὲν ἦν ἐν τῇ Ἀσίῃ, ὁ δὲ ὀπίσω πορευόμενος κατὰ τὴν Παλλήνην ἐγίνετο, ἅτε Μαρδονίου τε χειμερίζοντος περὶ Θεσσαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγοντος ἥκειν ἐς τὸ ἄλλο στρατόπεδον, οὐκ ἐδικαίου ἐντυχὼν ἀπεστεῶσι Ποτιδαιήτῃσι μὴ οὐκ ἐξανδραποδίσασθαι σφέας.
当国王已在亚洲,而阿尔塔巴佐斯在返回途中到达帕勒涅一带时,由于马尔多尼奥斯正在色萨利和马其顿一带过冬,且还没有任何急迫的事情要求他回到其余的大军之中,因此,当他遇到反叛的波提达亚人时,他认为不把他们贬为奴隶是不对的。
§8.126.3οἱ γὰρ Ποτιδαιῆται, ὡς βασιλεὺς παρεξεληλάκεε καὶ ὁ ναυτικὸς τοῖσι Πέρσῃσι οἰχώκεε φεύγων ἐκ Σαλαμῖνος, ἐκ τοῦ φανεροῦ ἀπέστασαν ἀπὸ τῶν βαρβάρων· ὣς δὲ καὶ οἱ ἄλλοι οἱ τὴν Παλλήνην ἔχοντες.
因为波提达亚人在国王率军经过、且波斯的舰队从萨拉米斯逃遁并消失之后,就公开背叛了蛮族;而占领帕勒涅的其他居民也同样如此。