§8.122.1πέμψαντες δὲ ἀκροθίνια οἱ Ἕλληνες ἐς Δελφοὺς ἐπειρώτων τὸν θεὸν κοινῇ εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια.
希腊人在将初物送往德尔斐之后,共同向神询问他是否已收到了完整且令人满意的初物。
ὁ δὲ παρʼ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρὰ Αἰγινητέων δὲ οὔ, ἀλλὰ ἀπαίτεε αὐτοὺς τὰ ἀριστήια τῆς ἐν Σαλαμῖνι ναυμαχίης.
神回答说,他已从其他希腊人那里收到了,但尚未从埃吉纳人那里收到,反而向他们索要萨拉米斯海战的殊勋奖。
Αἰγινῆται δὲ πυθόμενοι ἀνέθεσαν ἀστέρας χρυσέους, οἳ ἐπὶ ἱστοῦ χαλκέου ἑστᾶσι τρεῖς ἐπὶ τῆς γωνίης, ἀγχοτάτω τοῦ Κροίσου κρητῆρος.
埃吉纳人听闻此事后,便奉纳了金星。 这三颗金星立于一根青铜桅杆之上,位于角落里,最靠近克罗伊斯的神圣混酒器。