§8.12.1ὡς δὲ εὐφρόνη ἐγεγόνεε, ἦν μὲν τῆς ὥρης μέσον θέρος, ἐγίνετο δὲ ὕδωρ τε ἄπλετον διὰ πάσης τῆς νυκτὸς καὶ σκληραὶ βρονταὶ ἀπὸ τοῦ Πηλίου·
夜になると、季節は真夏であったが、一晩中激しい雨が降り、ペリオン山からは激しい雷鳴が轟いた。
οἱ δὲ νεκροὶ καὶ τὰ ναυήγια ἐξεφέποντο ἐς τὰς Ἀφέτας, καὶ περί τε τὰς πρῴρας τῶν νεῶν εἱλέοντο καὶ ἐτάρασσον τοὺς ταρσοὺς τῶν κωπέων.
死体や船の残骸はアペタイへと漂着し、船首の周りに群がり、櫂のブレードをかき乱した。
§8.12.2οἱ δὲ στρατιῶται οἱ ταύτῃ ἀκούοντες ταῦτα ἐς φόβον κατιστέατο, ἐλπίζοντες πάγχυ ἀπολέεσθαι ἐς οἷα κακὰ ἧκον.
そこにいた兵士たちは、これを聞いて恐怖に陥り、自分たちが陥った災難の凄まじさから、完全に破滅するものと思い込んだ。
πρὶν γὰρ ἢ καὶ ἀναπνεῦσαι σφέας ἔκ τε τῆς ναυηγίης καὶ τοῦ χειμῶνος τοῦ γενομένου κατὰ Πήλιον, ὑπέλαβε ναυμαχίη καρτερή, ἐκ δὲ τῆς ναυμαχίης ὄμβρος τε λάβρος καὶ ῥεύματα ἰσχυρὰ ἐς θάλασσαν ὁρμημένα βρονταί τε σκληραί.
というのも、ペリオン山周辺で起こった難破と嵐から彼らが息を吹き返す間もなく、激しい海戦が彼らを襲い、海戦の後には、激しい豪雨と海へ流れ込む強い濁流、そして激しい雷鳴が続いたからである。