§8.116.1ἔνθα καὶ ὁ τῶν Βισαλτέων βασιλεὺς γῆς τε τῆς Κρηστωνικῆς Θρῆιξ ἔργον ὑπερφυὲς ἐργάσατο·
在那里,比萨尔提亚人及克雷斯托尼亚土地的国王,一位色雷斯人,也做出了一件惊人的恶行。
ὃς οὔτε αὐτὸς ἔφη τῷ Ξέρξῃ ἑκὼν εἶναι δουλεύσειν, ἀλλʼ οἴχετο ἄνω ἐς τὸ ὄρος τὴν Ῥοδόπην, τοῖσί τε παισὶ ἀπηγόρευε μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.
他声明自己绝不愿自愿臣服于薛西斯,反而退避到罗多彼山中,并禁止他的儿子们随军远征希腊。
§8.116.2οἳ δὲ ἀλογήσαντες, ἢ ἄλλως σφι θυμὸς ἐγένετο θεήσασθαι τὸν πόλεμον, ἐστρατεύοντο ἅμα τῷ Πέρσῃ·
然而,他的儿子们无视了命令,抑或只是因为生起了观看战争的欲望,便与波斯人一同出征了。
ἐπεὶ δὲ ἀνεχώρησαν ἀσινέες πάντες ἓξ ἐόντες, ἐξώρυξε αὐτῶν ὁ πατὴρ τοὺς ὀφθαλμοὺς διὰ τὴν αἰτίην ταύτην.
当他们全部无恙归来——他们共有六人——他们的父亲因这个原因剜出了他们的眼睛。