§8.117.1καὶ οὗτοι μὲν τοῦτον τὸν μισθὸν ἔλαβον, οἱ δὲ Πέρσαι ὡς ἐκ τῆς Θρηίκης πορευόμενοι ἀπίκοντο ἐπὶ τὸν πόρον, ἐπειγόμενοι τὸν Ἑλλήσποντον τῇσι νηυσὶ διέβησαν ἐς Ἄβυδον·
そして彼らはこの報いを受けたが、ペルシア人たちはトラキアから進んで渡り口に到着すると、急ぎ船でヘレスポントスを渡ってアビュドスへと赴いた。
τὰς γὰρ σχεδίας οὐκ εὗρον ἔτι ἐντεταμένας ἀλλʼ ὑπὸ χειμῶνος διαλελυμένας.
というのも、彼らは舟橋がもはや架かっておらず、嵐によって破壊されているのを見出したからである。
§8.117.2ἐνθαῦτα δὲ κατεχόμενοι σιτία τε πλέω ἢ κατʼ ὁδὸν ἐλάγχανον, καὶ οὐδένα τε κόσμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντες ἀπέθνησκον τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί.
彼らはその地に留まるうち、道中よりも多くの食料を得るようになったが、節度なく腹を満たし、また飲む水が変わったことによって、生き残っていた軍勢のうちの多くの者が死んでいった。
οἱ δὲ λοιποὶ ἅμα Ξέρξη ἀπικνέονται ἐς Σάρδις.
そして、残りの者たちはクセルクセスとともにサルディスに到着した。