Humanitext Reader

希罗多德 · 历史 §8.106.1-8.106.4

赫尔莫提摩斯对帕尼奥尼奥斯的复仇

第 1414 段,共 1577 段 · 希腊语

内容简介

赫尔莫提摩斯在阿塔尔内乌斯重逢了阉割他的仇人帕尼奥尼奥斯。他用花言巧语将帕尼奥尼奥斯及其全家诱骗到手,强迫帕尼奥尼奥斯阉割其亲生儿子们,再强迫其子阉割帕尼奥尼奥斯本人,从而完成了惨烈的复仇。

§8.106.1ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι, ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμος ἐς γῆν τὴν Μυσίην, τὴν Χῖοι μὲν νέμονται Ἀταρνεὺς δὲ καλέεται, εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα.
当波斯军队向雅典进发,国王还在萨尔迪斯的时候,赫尔莫提摩斯因为某件公事下到了密细亚的土地上,那地方由希奥斯人占领,被称为阿塔尔内乌斯。 他在那里遇见了帕尼奥尼奥斯。
§8.106.2ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους, πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς διʼ ἐκεῖνον ἔχοι ἀγαθά, δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ, ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα. §8.106.3ὡς δὲ ἄρα πανοικίῃ μιν περιέλαβε, ἔλεγε ὁ Ἑρμότιμος τάδε.
认出他后,赫尔莫提摩斯对他说了许多亲切的话,首先向他列举了自己因他而获得了多少好处,其次向他许诺,作为回报,如果他能把家属带来并在那里定居,自己将使他获得多少幸福;结果帕尼奥尼奥斯欣然接受了这些话,把他的孩子和妻子都带来了。
ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπʼ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε, τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τίς σε προγόνων ἐργάσατο, ἢ σὲ ἢ τῶν σῶν τινα, ὅτι με ἀντʼ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι;
当赫尔莫提摩斯这样将他连同全家都控制在手之后,他便说道:“哦,在所有人当中,靠着最不虔敬的勾当谋生的人啊! 我本人或我的祖先中的任何人,究竟对你或你的亲人做了什么坏事,以至于你将我从一个男人变成了一个无用之人?
ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε·
你当时自以为你所策划的事能瞒得过神明吗?
οἳ σε ποιήσαντα ἀνόσια, νόμῳ δικαίῳ χρεώμενοι, ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς, ὥστε σε μὴ μέμψασθαι τὴν ἀπʼ ἐμέο τοι ἐσομένην δίκην.
神明依照公正的法则,将做了不义之事的你送到了我的手中,使你对于我将要给你的惩罚无从抱怨。
§8.106.4ὡς δέ οἱ ταῦτα ὠνείδισε, ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων τεσσέρων ἐόντων τὰ αἰδοῖα ἀποτάμνειν, ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα·
” 当赫尔莫提摩斯用这些话责备他后,孩子们被带到了面前,帕尼奥尼奥斯被强迫去割掉他自己四个孩子的阴部。 在强迫之下,他照做了。
αὐτοῦ τε, ὡς ταῦτα ἐργάσατο, οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον.
而当他做完这件事后,孩子们在强迫之下又割掉了他自己的阴部。
Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ Ἑρμότιμος.
复仇和赫尔莫提摩斯就这样降临到了帕尼奥尼奥斯身上。

词汇与语法注释

  1. 8.106.1ὅρμα — ὥρμα(ὁρμάω 的未完成过去时)的爱奥尼亚方言形式。它既可以作不及物动词,以“波斯军队”(τὸ στράτευμα τὸ Περσικὸν)为主语(“开始进军”);也可以作及物动词,以“国王”(βασιλεύς)为主语(“使军队进军”)。本译文将该句理解为国王使军队出发或军队开始前进。
  2. 8.106.2ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι — 由连词 ὥστε 引导的结果从句,其中宾格的 τὸν Πανιώνιον 作不定式 κομίσαι 的逻辑主语。分词 ὑποδεξάμενον 和形容词 ἄσμενον(作副词用,“欣然地”)在格上与该主语一致。
  3. 8.106.3ὅτι με ἀντʼ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι — 连词 ὅτι 引导前述质问的依据(“竟然……”)。冠词性不定式短语 τὸ μηδὲν εἶναι(“成为虚无/不存在”)作为动词 ἐποίησας 的宾语补足语或结果(“你使我不再是一个男人,而是成为了一个虚无的存在”)。
  4. 8.106.3ὥστε σε μὴ μέμψασθαι τὴν ἀπʼ ἐμέο τοι ἐσομένην δίκην — 由 ὥστε 引导的结果或目的从句,使用带否定词 μὴ 的不定式 μέμψασθαι(“使得你无法抱怨……”)。属格 ἀπʼ ἐμέο(ἐμοῦ 的爱奥尼亚方言,“来自我”)和与格 τοι(即 σοι,“给你”)修饰将来分词 ἐσομένην,该分词又修饰 δίκην(“惩罚/报应”)。
  5. 8.106.4ἀχθέντων τῶν παίδων ἐς ὄψιν — 使用了 ἄγω(带去、带到)的被动不定过去时分词的属格绝对结构(genitive absolute),在时间上表示前提状况:“当孩子们被带到眼前时”。
  6. 8.106.4αὐτού τε, ὡς ταῦτα ἐργάσατο, οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον — 属格代词 αὐτοῦ(“他自己的”)依赖于前句中被省略的宾语“阴部”(τὰ αἰδοῖα),意为“(孩子们)割掉了他自己的(阴部)”。或者也可以将其视为阉割动作的直接属格宾语,但上下文显然是指阉割行为反转到了帕尼奥尼奥斯自己身上。

引用这一段

希罗多德, 历史 §8.106.1-8.106.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.106.1-8.106.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。