Humanitext Reader

希罗多德 · 历史 §8.102.1-8.102.3

阿尔特米西娅建议薛西斯班师回国

第 1410 段,共 1577 段 · 希腊语

内容简介

阿尔特米西娅建议薛西斯本人返回波斯,而将精选的军队留给马尔多尼乌斯在希腊继续作战。她指出,无论马尔多尼乌斯成败与否,只要国王本人安全,对波斯而言就没有实质性的损失。

§8.102.1ὃ μὲν ταῦτα συνεβουλεύετο, ἣ δὲ λέγει τάδε. βασιλεῦ, χαλεπὸν μὲν ἐστὶ συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν, ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω, Μαρδόνιον δέ, εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ἐθέλει.
他如此向她咨询,而她则这样说道: “大王,对于前来咨询的人,要说出最恰当的建议确实是一件难事。 然而在目前的局势下,依我之见,您本人应当往回撤退,而马尔多尼乌斯如果愿意并且承诺去执行这些,就让他留在此地,带着他所希望的人马。
§8.102.2τοῦτο μὲν γὰρ ἢν καταστρέψηται τὰ φησὶ θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει, σὸν τὸ ἔργον ὦ δέσποτα γίνεται· οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο.
因为一方面,如果他征服了他声称想要征服的地方,而他心中所想并说出的计划得以顺利进行,我主啊,这一功业就将属于您,因为这是您的奴隶们所达成。
τοῦτο δὲ ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν·
另一方面,如果事情的发展与马尔多尼乌斯的设想相反,只要您本人得以幸存,并且您的王宫事务安全无虞,就不会有任何重大的灾难。
§8.102.3ἢν γὰρ σύ τε περιῇς καὶ οἶκος ὁ σός, πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες.
因为只要您和您的王宫安全,希腊人就不得不为了自己的生存而屡次经受许多艰难的斗争。
Μαρδονίου δέ, ἤν τι πάθῃ, λόγος οὐδεὶς γίνεται, οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι, δοῦλον σὸν ἀπολέσαντες·
至于马尔多尼乌斯,如果他遭遇了不幸,也不值一提;即便希腊人获胜,他们消灭的也只是您的一个奴隶,根本称不上是什么胜利。
σὺ δέ, τῶν εἵνεκα τὸν στόλον ἐποιήσαο, πυρώσας τὰς Ἀθήνας ἀπελᾷς.
而您本人,则已经烧毁了雅典,达成了您为此发起远征的目的,可以就此班师回朝了。 ”

词汇与语法注释

  1. 8.102.1εἴπασαν — 这是一个宾格阴性单数的过去时分词,与不定式 `τυχεῖν` 连用,表示“成功说出/言中”。在语法上,虽然咨询者是由与格 `συμβουλευομένῳ`(阳性/通性)表示,但不定式的逻辑主语(阿尔特米西娅本人)是女性,因此采用宾格阴性单数形式来表明其性别。
  2. 8.102.2σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν — 属格独立结构。前半部分由 `σέο`(第二人称单数属格,相当于雅典方言的 `σοῦ`)与现在时分词 `περιεόντος` 组成,后半部分 `ἐκείνων τῶν πρηγμάτων...` 作为并列的属格主语。它对主句起到了补充或条件状语的作用,意为“只要您本人得以幸存,且您王宫的事务安全无虞”。
  3. 8.102.3τῶν εἵνεκα — 关系代名词属格复数 `τῶν`(相当于雅典方言的 `ὧν`)与后置介词 `εἵνεκα`(相当于 `ἕνεκα`)的结合,意为“为了这些目的”。先行词没有明示,但在语境中指代远征的目的,并由随后的分词短语 `πυρώσας τὰς Ἀθήνας`(烧毁雅典)具体体现。

引用这一段

希罗多德, 历史 §8.102.1-8.102.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.102.1-8.102.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。