§8.102.1ὃ μὲν ταῦτα συνεβουλεύετο, ἣ δὲ λέγει τάδε. βασιλεῦ, χαλεπὸν μὲν ἐστὶ συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν, ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω, Μαρδόνιον δέ, εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ἐθέλει.
Thus he consulted her, and she spoke as follows: "O King, it is indeed difficult to hit upon the best advice for one who asks for it; nevertheless, in the present state of affairs, it seems to me that you yourself should march back, and that you should leave Mardonius here, if he wishes and promises to do this, with those whom he desires.
§8.102.2τοῦτο μὲν γὰρ ἢν καταστρέψηται τὰ φησὶ θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει, σὸν τὸ ἔργον ὦ δέσποτα γίνεται· οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο.
For, on the one hand, if he subdues what he says he wants to and his plans succeed as he speaks of them, the deed, my lord, becomes yours; for it is your slaves who have accomplished it.
τοῦτο δὲ ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν·
On the other hand, if things turn out contrary to Mardonius' expectation, it will be no great disaster as long as you survive and those affairs concerning your house remain safe.
§8.102.3ἢν γὰρ σύ τε περιῇς καὶ οἶκος ὁ σός, πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες.
For if you survive and your house remains, the Greeks will have to run many a race many a time for their own lives.
Μαρδονίου δέ, ἤν τι πάθῃ, λόγος οὐδεὶς γίνεται, οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι, δοῦλον σὸν ἀπολέσαντες·
But of Mardonius, if any harm befalls him, no account is made; nor do the Greeks, if they are victorious, win any victory by destroying your slave.
σὺ δέ, τῶν εἵνεκα τὸν στόλον ἐποιήσαο, πυρώσας τὰς Ἀθήνας ἀπελᾷς.
But you, having burned Athens, will march away having accomplished that for which you undertook the expedition."