§7.9C.1σοὶ δὲ δὴ μέλλει τίς ὦ βασιλεῦ ἀντιώσεσθαι πόλεμον προφέρων, ἄγοντι καὶ πλῆθος τὸ ἐκ τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας;
然而,陛下,当您率领来自亚洲的大军以及所有的战船时,究竟有谁会向您宣战并与您对抗呢?
ὡς μὲν ἐγὼ δοκέω, οὐκ ἐς τοῦτο θράσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα·
依我之见,希腊人的局势还没有达到如此胆大妄为的程度。
εἰ δὲ ἄρα ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαερθέντες ἀβουλίῃ ἔλθοιεν ἡμῖν ἐς μάχην, μάθοιεν ἂν ὡς εἰμὲν ἀνθρώπων ἄριστοι τὰ πολέμια.
但如果我终究在判断上失误,而他们因愚蠢而忘乎所以,前来与我们交战,他们就会明白,我们在军事上是人类中最优秀的。
ἔστω δʼ ὦν μηδὲν ἀπείρητον· αὐτόματον γὰρ οὐδέν, ἀλλʼ ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει γίνεσθαι.
无论如何,让我们不要放弃任何尝试;因为没有任何事情是自动发生的,对人类而言,一切事情往往都是通过尝试而实现的。