§7.9C.1σοὶ δὲ δὴ μέλλει τίς ὦ βασιλεῦ ἀντιώσεσθαι πόλεμον προφέρων, ἄγοντι καὶ πλῆθος τὸ ἐκ τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας;
And who, O King, is going to oppose you by bringing war, when you lead both the multitude from Asia and all the ships?
ὡς μὲν ἐγὼ δοκέω, οὐκ ἐς τοῦτο θράσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα· εἰ δὲ ἄρα ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαερθέντες ἀβουλίῃ ἔλθοιεν ἡμῖν ἐς μάχην, μάθοιεν ἂν ὡς εἰμὲν ἀνθρώπων ἄριστοι τὰ πολέμια.
As I indeed think, the affairs of the Greeks have not reached such a point of boldness; but if, after all, I should be deceived in my judgment, and they, elated by folly, should come to battle with us, they would learn that we are the best of men in matters of war.
ἔστω δʼ ὦν μηδὲν ἀπείρητον· αὐτόματον γὰρ οὐδέν, ἀλλʼ ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει γίνεσθαι.
At all events, let nothing be untried; for nothing happens of its own accord, but all things are accustomed to come to men through trial.