Humanitext Reader

希罗多德 · 历史 §7.83.1-7.83.2

不死军的名称由来与海达尔内斯的指挥

第 1146 段,共 1577 段 · 希腊语

内容简介

介绍了精选的一万名波斯“不死军”的指挥官海达尔内斯及其名称来源,并描绘了他们极其奢华的装备以及随行的妾侍、仆从和专属运输队。

§7.83.1οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων· τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος, ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε·
这些人是除了一万人以外的全体步兵的将军;而在这一万名精选的波斯人中,由海达尔内斯之子海达尔内斯担任将军。
εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ, ἄλλος ἀνὴρ ἀραίρητο, καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες.
这些波斯人由于以下原因被称为“不死军”:如果他们中有人因死亡或疾病而空缺了名额,就会有另一个男子被选补上,因此他们的人数既从未多于一万,也从未少于一万。
§7.83.2κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν· σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην· σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.
波斯人在所有人中展现出最华丽的装束,而且他们自己也是最优秀的;他们拥有如前所述的那种装备,但此外他们还因佩戴着大量且丰盛的黄金而显得格外引人注目;并且他们随同拉着带篷马车,车里载有妾侍和大量且服饰整齐的仆从;而他们的粮食,与其余士兵分开,由骆驼和驮畜运送。

词汇与语法注释

  1. §7.83.1ἀραίρητο — 动词 αἱρέω(选择)的直陈式被动语态愈过去时(过去完成时)第三人称单数。在爱奥尼亚方言中,它的词首呈现为 ἀρ-,而非雅典方言的 ᾕρητο。此处用于过去一般性条件句的归结句中,表示过去重复发生的习惯性动作(“每当……另一个男子便被选补上”)。
  2. §7.83.2ἐν δὲ — 介词 ἐν 连同连词 δέ 一起副词性地使用,意为“在其中”或“在车内”,指代前文提到的带篷马车(ἁρμαμάξας)。这种不直接支配名词宾语而独立作副词使用的介词用法,是史诗和历史散文的常见特征。

引用这一段

希罗多德, 历史 §7.83.1-7.83.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.83.1-7.83.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。