§7.83.1οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων· τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος, ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε·
These were the generals of the whole infantry, except for the ten thousand; and over these ten thousand selected Persians, Hydarnes son of Hydarnes served as general.
εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ, ἄλλος ἀνὴρ ἀραίρητο, καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες.
These Persians were called "Immortals" for the following reason: if any of them left the number, being overcome by either death or sickness, another man was chosen, and they never became either more or fewer than ten thousand.
§7.83.2κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν·
The Persians displayed the greatest splendor among them all, and they themselves were the best.
σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην·
They had such equipment as has been mentioned, but apart from this, they were distinguished by having much and abundant gold; and they also brought carriage-wagons with them, in which were concubines and a large, well-equipped retinue.
σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.
Their provisions, separate from those of the other soldiers, were carried by camels and beasts of burden.