§7.77.1Καβηλέες δὲ οἱ Μηίονες, Λασόνιοι δὲ καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν, τὴν ἐγώ, ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι, τότε σημανέω.
被称为拉索尼奥斯人的梅伊奥尼亚人卡贝雷斯人,拥有与基利基亚人相同的装备,对此我将在叙述到基利基亚人的队列时再予以说明。
Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορπέατο· εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια, περὶ δὲ τῇσι κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας.
米吕亚斯人手持短枪,衣服用别针扣住;他们当中有些人还持有吕基亚式的弓,头上戴着皮革制成的头盔。
τούτων πάντων ἦρχε Βάδρης ὁ Ὑστάνεος.
这所有的人都由许斯塔内斯之子巴德雷斯指挥。