§7.77.1Καβηλέες δὲ οἱ Μηίονες, Λασόνιοι δὲ καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν, τὴν ἐγώ, ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι, τότε σημανέω.
また、メイオニア人であるカベレス人、すなわちラソニオス人と呼ばれる人々は、キリキア人と同じ装備をしていたが、これについては私がキリキア人の部隊の記述に達したときに説明することにする。
Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορπέατο·
ミリュアス人たちは短い槍を持ち、衣服はピンで留められていた。
εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια, περὶ δὲ τῇσι κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας.
また彼らのうちの一部はリュキア式の弓を持ち、頭には獣皮製の兜をかぶっていた。
τούτων πάντων ἦρχε Βάδρης ὁ Ὑστάνεος.
これらすべての人々を、ヒュスタネスの子バドレスが率いていた。