§7.66.1ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι, τὰ δὲ ἄλλα κατά περ Βάκτριοι.
阿里亚人装备了米底人的弓,而其他方面则与巴克特里亚人相同。
Ἀρίων δὲ ἦρχε Σισάμνης ὁ Ὑδάρνεος.
阿里亚人由许达尔内斯之子西萨姆内斯统帅。
Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο.
帕提亚人、花剌子模人、粟特人、甘达拉人以及达迪卡人穿着与巴克特里亚人相同的装备参战。
§7.66.2τούτων δὲ ἦρχον οἵδε. Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Σόγδων δὲ Ἀζάνης ὁ Ἀρταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος ὁ Ἀρταβάνου.
统帅他们的是以下这些人:统帅帕提亚人和花剌子模人的是法尔纳克斯之子阿尔塔巴佐斯;统帅粟特人的是阿尔泰乌斯之子阿扎内斯;统帅甘达拉人和达迪卡人的是阿尔塔巴诺斯之子阿尔提菲乌斯。