§7.66.1ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι, τὰ δὲ ἄλλα κατά περ Βάκτριοι.
アレイオイ人はメディア式の弓を装備しており、その他の点ではバクトリア人と同様であった。
Ἀρίων δὲ ἦρχε Σισάμνης ὁ Ὑδάρνεος.
アレイオイ人を率いたのは、ヒュダルネスの子シサムネスであった。
Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο.
パルティア人、コラスミア人、ソグド人、ガンダーラ人、およびダディカイ人は、バクトリア人と同様の装備をして従軍した。
§7.66.2τούτων δὲ ἦρχον οἵδε.
これらの人々を率いたのは次の方々である。
Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Σόγδων δὲ Ἀζάνης ὁ Ἀρταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος ὁ Ἀρταβάνου.
パルティア人とコラスミア人を率いたのはパルナケスの子アルタバゾス、ソグド人を率いたのはアルタイオスの子アザネス、ガンダーラ人とダディカイ人を率いたのはアルタバノスの子アルテュピオスであった。