§7.64.1Βάκτριοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχότατα τῶν Μηδικῶν ἔχοντες ἐστρατεύοντο, τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βραχέας.
巴克特里亚人参军时头上戴着与美底亚人极相似的头饰,手持当地产的芦苇弓和短枪。
§7.64.2Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας, ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν, τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια, πρὸς δὲ καὶ ἀξίνας σαγάρις εἶχον.
塞人(即斯基泰人)头上戴着笔直挺立、顶端尖锐的毛帽(kyrbasiai),身穿长裤;他们携带当地的弓和短剑,此外还持有被称为撒加里斯(sagaris)的战斧。
τούτους δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον· οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας.
这些人虽是阿米尔基昂的斯基泰人,但人们称他们为塞人;因为波斯人将所有的斯基泰人都称为塞人。
Βακτρίων δὲ καὶ Σακέων ἦρχε Ὑστάσπης ὁ Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου.
指挥巴克特里亚人和塞人的是希斯塔斯佩斯,他是大流士与居鲁士之女阿托莎的儿子。