§7.63.1Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ βάρβαρον οὐκ εὐαπήγητον, ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ ἐγχειρίδια παραπλήσια τῇσι Αἰγυπτίῃσι εἶχον, πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ, καὶ λινέους θώρηκας.
参军的亚述人头上戴着青铜头盔,以及用某种不易描述的异族方式编织而成的头盔;他们还持有与埃及人非常相似的盾牌、长矛和短剑,此外还有钉有铁钉的木棒和亚麻胸甲。
οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων καλέονται Σύριοι, ὑπὸ δὲ τῶν βαρβάρων Ἀσσύριοι ἐκλήθησαν.
这些人被希腊人称为叙利亚人,而被异族人称为亚述人。
τούτων δὲ μεταξὺ Χαλδαῖοι.
在这之中还包括迦勒底人。
Ἦρχε δὲ σφέων Ὀτάσπης ὁ Ἀρταχαίεω.
他们由阿尔塔开埃斯之子奥塔斯佩斯指挥。