§7.56.1Ξέρξης δὲ ἐπεὶ διέβη ἐς τὴν Εὐρώπην, ἐθηεῖτο τὸν στρατὸν ὑπὸ μαστίγων διαβαίνοντα· διέβη δὲ ὁ στρατὸς αὐτοῦ ἐν ἑπτὰ ἡμέρῃσι καὶ ἐν ἑπτὰ εὐφρόνῃσι, ἐλινύσας οὐδένα χρόνον.
薛西斯渡海到欧洲后,便注视着他的军队在鞭笞下渡海;他的军队在七天七夜里渡海完毕,不曾有半刻休息。
§7.56.2ἐνθαῦτα λέγεται, Ξέρξεω ἤδη διαβεβηκότος τὸν Ἑλλήσποντον, ἄνδρα εἰπεῖν Ἑλλησπόντιον
ὦ Ζεῦ, τί δὴ ἀνδρὶ εἰδόμενος Πέρσῃ καὶ οὔνομα ἀντὶ Διὸς Ξέρξην θέμενος ἀνάστατον τὴν Ἑλλάδα θέλεις ποιῆσαι, ἄγων πάντας ἀνθρώπους;
据传就在那时,当薛西斯已经渡过赫勒斯滂时,一个赫勒斯滂本地人说道: “哦,宙斯! 你为何要化身为一个波斯人,并用薛西斯的名字代替宙斯,带着全人类来消灭希腊?
καὶ γὰρ ἄνευ τούτων ἐξῆν τοι ποιέειν ταῦτα.
因为即使没有这些人,你本也是可以做到这一点的。 ”