Humanitext Reader

希罗多德 · 历史 §7.39.1-7.39.3

薛西斯的震怒与处死皮透斯长子的命令

第 1102 段,共 1577 段 · 希腊语

内容简介

薛西斯对皮透斯的请求感到愤怒,鉴于皮透斯过去的贡献,他宽免了皮透斯和其余四个儿子,但下令将皮透斯的长子拦腰斩断,并让军队从两半尸体之间穿行而过。

§7.39.1κάρτα τε ἐθυμώθη ὁ Ξέρξης καὶ ἀμείβετο τοῖσιδε. ὦ κακὲ ἄνθρωπε, σὺ ἐτόλμησας, ἐμεῦ στρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ ἄγοντος παῖδας ἐμοὺς καὶ ἀδελφεοὺς καὶ οἰκηίους καὶ φίλους, μνήσασθαι περὶ σέο παιδός, ἐὼν ἐμὸς δοῦλος, τὸν χρῆν πανοικίῃ αὐτῇ τῇ γυναικὶ συνέπεσθαι;
薛西斯勃然大怒,回答道: “你这卑劣的人,在我亲自出征希腊,并且带领我自己的孩子、兄弟、亲戚和朋友之时,你作为我的奴隶,竟敢提及你的孩子,他本应当全家上下,连同他的妻子一起随我出征?
εὖ νυν τόδʼ ἐξεπίστασο, ὡς ἐν τοῖσι ὠσὶ τῶν ἀνθρώπων οἰκέει ὁ θυμός, ὃς χρηστὰ μὲν ἀκούσας τέρψιος ἐμπιπλεῖ τὸ σῶμα, ὑπεναντία δὲ τούτοισι ἀκούσας ἀνοιδέει.
现在你给我记好了:人的脾气就住在耳朵里,当听到好话时,它会让全身充满愉悦;但听到相反的话时,它就会膨胀起来。
§7.39.2ὅτε μέν νυν χρηστὰ ποιήσας ἕτερα τοιαῦτα ἐπηγγέλλεο, εὐεργεσίῃσι βασιλέα οὐ καυχήσεαι ὑπερβαλέσθαι· ἐπείτε δὲ ἐς τὸ ἀναιδέστερον ἐτράπευ, τὴν μὲν ἀξίην οὐ λάμψεαι, ἐλάσσω δὲ τῆς ἀξίης.
当你行了善事并承诺做出其他类似举动时,你无法自夸在恩义上超越了国王;但既然你转向了更为无耻的态度,你将不会受到应得的处罚,而是会受到轻于应得的惩罚。
σὲ μὲν γὰρ καὶ τοὺς τέσσερας τῶν παίδων ῥύεται τὰ ξείνια· τοῦ δὲ ἑνός, τοῦ περιέχεαι μάλιστα, τῇ ψυχῇ ζημιώσεαι.
因为你本人和你的四个儿子,由先前的款待情谊所救;但是对于你最疼爱的那一个儿子,你将被处以他的生命作为惩罚。
§7.39.3ὡς δὲ ταῦτα ὑπεκρίνατο, αὐτίκα ἐκέλευε τοῖσι προσετέτακτο ταῦτα πρήσσειν, τῶν Πυθίου παίδων ἐξευρόντας τὸν πρεσβύτατον μέσον διαταμεῖν, διαταμόντας δὲ τὰ ἡμίτομα διαθεῖναι τὸ μὲν ἐπὶ δεξιὰ τῆς ὁδοῦ τὸ δʼ ἐπʼ ἀριστερά, καὶ ταύτῃ διεξιέναι τὸν στρατόν.
” 他如此回答后,便立即命令那些受命执行此类任务的人,找出皮透斯的儿子中最年长的一位,拦腰斩断,在切断之后,将两半截尸体分置于道路的右侧和左侧,并让军队从这中间穿行过去。

词汇与语法注释

  1. 7.39.1ἐμεῦ στρατευομένου αὐτοῦ — ἐμεῦ 是第一人称单数属格代名词,αὐτοῦ 是修饰它的强意代名词(意为“我亲自”)。它们与分词 στρατευομένου 以及后文的 ἄγοντος 一起构成属格绝对格结构。此结构的使用是因为该从句的主语与主句主语 σύ(你)不同。
  2. 7.39.1τὸν χρῆν — 关系代词 τὸν 是对格,指代前文的 σέο παιδός(你的孩子)作为先行词,并充当后面不定式 συνέπεσθαι 的逻辑主语。无人称动词 χρῆν(ἐχρῆν 的爱奥尼亚方言形式)表示与过去事实相反的义务(“本应当随行,但实际上没有”)。
  3. 7.39.2τὴν μὲν ἀξίην — ἀξίην 是阴性单数对格形容词,在此作为名词化表达,省略了诸如 δίκην(惩罚)或 ζημίην(损失、处罚)之类的名词。它是动词 λάμψεαι(λαμβάνω 的第二人称单数未来中动体爱奥尼亚方言形式)的直接宾语,意为“应得的(惩罚)”。
  4. 7.39.2τοῦ δὲ ἑνός ... τῇ ψυχῇ ζημιώσεαι — τοῦ δὲ ἑνός 是置于句首的属格,用于引出话题(“至于那一个儿子”)。τῇ ψυχῇ 是手段或代价的与格(“以其生命”)。ζημιώσεαι 是 ζημιόω(处罚、使丧失)的第二人称单数未来中动体(爱奥尼亚方言形式),在此作被动意(“你将被惩罚”)。

引用这一段

希罗多德, 历史 §7.39.1-7.39.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.39.1-7.39.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。