Humanitext Reader

希罗多德 · 历史 §7.38.1-7.38.3

皮透斯恳求免除长子的军役

第 1101 段,共 1577 段 · 希腊语

内容简介

在军队出发之际,吕底亚人皮透斯因天象感到恐惧,请求薛西斯免除他五个儿子中长子的军务,以便留下来照顾他并打理家业。

§7.38.1ὡς δʼ ἐξήλαυνε τὴν στρατιήν, Πύθιος ὁ Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ φάσμα ἐπαερθείς τε τοῖσι δωρήμασι, ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε. ὦ δέσποτα, χρηίσας ἄν τι σεῦ βουλοίμην τυχεῖν, τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑπουργῆσαι, ἐμοὶ δὲ μέγα γενόμενον.
当他率领军队出发时,吕底亚人皮透斯因天上的幻象而感到恐惧,同时又因(先前获得的)礼物而备受鼓舞,便来到薛西斯面前,开口说道:“主公啊,我希望从您那里得到一个请求的满足,这对应允您的来说是轻而易举的事,而对我来说,一旦实现则是莫大的恩惠。
§7.38.2Ξέρξης δὲ πᾶν μᾶλλον δοκέων μιν χρηίσειν ἢ τὸ ἐδεήθη, ἔφη τε ὑπουργήσειν καὶ δὴ ἀγορεύειν ἐκέλευε ὅτευ δέοιτο. ὁ δὲ ἐπείτε ταῦτα ἤκουσε, ἔλεγε θαρσήσας τάδε.
” 薛西斯心想他所要求的绝非他实际上所请求的事,于是便答应予以应允,并让他说出自己需要什么。
ὦ δέσποτα, τυγχάνουσί μοι παῖδες ἐόντες πέντε, καί σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.
皮透斯听了这话,便鼓起勇气说道:“主公啊,我碰巧有五个儿子,而他们都必须和您一起出征希腊。
§7.38.3σὺ δέ, ὦ βασιλεῦ, ἐμὲ ἐς τόδε ἡλικίης ἥκοντα οἰκτείρας τῶν μοι παίδων ἕνα παράλυσον τῆς στρατηίης τὸν πρεσβύτατον, ἵνα αὐτοῦ τε ἐμεῦ καὶ τῶν χρημάτων ᾖ μελεδωνός· τοὺς δὲ τέσσερας ἄγευ ἅμα σεωυτῷ, καὶ πρήξας τὰ νοέεις νοστήσειας ὀπίσω.
但是王啊,求您怜悯我这个已达如此高龄的人,免除我儿子中最大的那一个的军务,好让他留下来照料我本人和我的财产;至于其余四个,请带在您身边,愿您在实现您的图谋后,凯旋归来。 ”

词汇与语法注释

  1. §7.38.1χρηίσας ἄν τι σεῦ βουλοίμην τυχεῖν — 助词 `ἄν` 不修饰分词 `χρηίσας`,而是与后文的希求语气动词 `βουλοίμην` 搭配,构成表示可能的希求语气(“我希望能……”)。属格代词 `σεῦ`(等同于 σοῦ)既可以作为 `τυχεῖν`(获得)的来源属格(“从您那里获得”),也可以作为 `χρηίσας`(请求)的支配对象。
  2. §7.38.2πᾶν μᾶλλον δοκέων μιν χρηίσειν ἢ τὸ ἐδεήθη — 意为“心想他会要求除了他实际上所请求的之外的任何事情”。句式 `πᾶν μᾶλλον ... ἢ ...` 表示“与其说是……不如说是任何其他事物”。`μιν` 是爱奥尼亚方言的三人称单数宾格代词(等同于 `αὐτόν`),作为不定式 `χρηίσειν` 的逻辑主语。冠词 `τὸ` 在此作关系代词(等同于 `ὅ`),指代皮透斯实际上所请求的事(`ἐδεήθη`)。
  3. §7.38.2καὶ σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύεσθαι — 动词 `καταλαμβάνει` 在此具有无人称或“命运使得/环境迫使”的含义,支配宾格 `σφέας`(他们)和不定式 `στρατεύεσθαι`(出征)。
  4. §7.38.3ἐμὲ ἐς τόδε ἡλικίης ἥκοντα — `ἐς τόδε ἡλικίης` 意为“到了这个岁数”,指示代词 `τόδε`(这个程度)支配部分属格 `ἡλικίης`(年龄)。它与分词 `ἥκοντα`(达到)一同修饰 `ἐμέ`(我)。

引用这一段

希罗多德, 历史 §7.38.1-7.38.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.38.1-7.38.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。