§7.38.1ὡς δʼ ἐξήλαυνε τὴν στρατιήν, Πύθιος ὁ Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ φάσμα ἐπαερθείς τε τοῖσι δωρήμασι, ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε. ὦ δέσποτα, χρηίσας ἄν τι σεῦ βουλοίμην τυχεῖν, τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑπουργῆσαι, ἐμοὶ δὲ μέγα γενόμενον. §7.38.2Ξέρξης δὲ πᾶν μᾶλλον δοκέων μιν χρηίσειν ἢ τὸ ἐδεήθη, ἔφη τε ὑπουργήσειν καὶ δὴ ἀγορεύειν ἐκέλευε ὅτευ δέοιτο.
As he was marching out his army, Pythius the Lydian, terrified by the vision from the heavens and encouraged by the gifts he had received, came before Xerxes and spoke as follows: "O master, I would wish to obtain a certain request from you, which is easy for you to grant, but is a great thing for me if it is done." Xerxes, thinking that he would ask for anything rather than what he actually requested, promised to grant it and bade him declare what he needed.
ὁ δὲ ἐπείτε ταῦτα ἤκουσε, ἔλεγε θαρσήσας τάδε. ὦ δέσποτα, τυγχάνουσί μοι παῖδες ἐόντες πέντε, καί σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.
When Pythius heard this, he took courage and spoke as follows: "O master, I happen to have five sons, and it is their lot that they must all march with you against Greece.
§7.38.3σὺ δέ, ὦ βασιλεῦ, ἐμὲ ἐς τόδε ἡλικίης ἥκοντα οἰκτείρας τῶν μοι παίδων ἕνα παράλυσον τῆς στρατηίης τὸν πρεσβύτατον, ἵνα αὐτοῦ τε ἐμεῦ καὶ τῶν χρημάτων ᾖ μελεδωνός· τοὺς δὲ τέσσερας ἄγευ ἅμα σεωυτῷ, καὶ πρήξας τὰ νοέεις νοστήσειας ὀπίσω.
But do you, O king, take pity on me who have reached this age, and release one of my sons, the eldest, from the campaign, so that he may be the caretaker of myself and of my property; but take the other four with you, and after accomplishing what you intend, may you return home."