Humanitext Reader

希罗多德 · 历史 §7.36.1-7.36.5

赫勒斯滂浮桥的重建工法

第 1099 段,共 1577 段 · 希腊语

内容简介

本章详细描述了新任建筑师建造赫勒斯滂浮桥的具体方法,包括船只的排列和锚定、亚麻与纸草缆绳的张紧,以及利用木材、柴草、泥土和护栏铺设路面的过程。

§7.36.1καὶ οἳ μὲν ταῦτα ἐποίεον, τοῖσι προσέκειτο αὕτη ἡ ἄχαρις τιμή, τὰς δὲ ἄλλοι ἀρχιτέκτονες ἐζεύγνυσαν.
当那些被赋予这项不讨好任务的人执行死刑时,其他的建筑师则开始架桥。
ἐζεύγνυσαν δὲ ὧδε, πεντηκοντέρους καὶ τριήρεας συνθέντες, ὑπὸ μὲν τὴν πρὸς τοῦ Εὐξείνου πόντου ἑξήκοντά τε καὶ τριηκοσίας, ὑπὸ δὲ τὴν ἑτέρην τεσσερεσκαίδεκα καὶ τριηκοσίας, τοῦ μὲν Πόντου ἐπικαρσίας τοῦ δὲ Ἑλλησπόντου κατὰ ῥόον, ἵνα ἀνακωχεύῃ τὸν τόνον τῶν ὅπλων·
他们是这样架桥的:将五十桨船和三段击桨船连结在一起,在靠近黑海一侧的桥下配有三百六十艘,在另一侧的桥下配有三百十四艘;这些船只对于黑海而言是横向的,而对于赫勒斯滂而言则是顺流而置,这是为了支撑起缆绳的张力。
§7.36.2συνθέντες δὲ ἀγκύρας κατῆκαν περιμήκεας, τὰς μὲν πρὸς τοῦ Πόντου τῆς ἑτέρης τῶν ἀνέμων εἵνεκεν τῶν ἔσωθεν ἐκπνεόντων, τῆς δὲ ἑτέρης πρὸς ἑσπέρης τε καὶ τοῦ Αἰγαίου ζεφύρου τε καὶ νότου εἵνεκα.
在将船连结好之后,他们放下了极长的锚,一侧的锚朝向黑海,以抵御自内海吹出的风,另一侧的锚则朝向西方,以抵御来自爱琴海的西风和南风。
διέκπλοον δὲ ὑπόφαυσιν κατέλιπον τῶν πεντηκοντέρων καὶ τριηρέων, ἵνα καὶ ἐς τὸν Πόντον ἔχῃ ὁ βουλόμενος πλέειν πλοίοισι λεπτοῖσι καὶ ἐκ τοῦ Πόντου ἔξω.
他们还在五十桨船和三段击桨船之间留出了一个供船只穿行的通道,使任何想用轻型船只驶入或驶出黑海的人都能够通行。
§7.36.3ταῦτα δὲ ποιήσαντες κατέτεινον ἐκ γῆς στρεβλοῦντες ὄνοισι ξυλίνοισι τὰ ὅπλα, οὐκέτι χωρὶς ἑκάτερα τάξαντες, ἀλλὰ δύο μὲν λευκολίνου δασάμενοι ἐς ἑκατέρην, τέσσερα δὲ τῶν βυβλίνων.
完成这些之后,他们从陆地上用木制绞盘拉紧并张开缆绳,这次不再将两种缆绳分开配置,而是给两座桥各分配了两根白亚麻缆绳和四根纸草缆绳。
παχύτης μὲν ἦν ἡ αὐτὴ καὶ καλλονή, κατὰ λόγον δὲ ἐμβριθέστερα ἦν τὰ λίνεα, τοῦ τάλαντον ὁ πῆχυς εἷλκε.
它们的粗细和美观度是一样的,但按比例来说,亚麻缆绳更为沉重,其一肘尺的重量就达一塔兰同。
§7.36.4ἐπειδὴ δὲ ἐγεφυρώθη ὁ πόρος, κορμοὺς ξύλων καταπρίσαντες καὶ ποιήσαντες ἴσους τῆς σχεδίης τῷ εὔρεϊ κόσμῳ ἐτίθεσαν κατύπερθε τῶν ὅπλων τοῦ τόνου, θέντες δὲ ἐπεξῆς ἐνθαῦτα αὖτις ἐπεζεύγνυον·
当海峡架设好桥梁后,他们将木头锯成圆木,使其长度与浮桥的宽度相等,并整齐地排列在张紧的缆绳之上,依次放好后,再次将其连结固定。
§7.36.5ποιήσαντες δὲ ταῦτα ὕλην ἐπεφόρησαν, κόσμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπεφόρησαν, κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυσαν ἔνθεν καὶ ἔνθεν, ἵνα μὴ φοβέηται τὰ ὑποζύγια τὴν θάλασσαν ὑπερορῶντα καὶ οἱ ἵπποι.
做好这些之后,他们运来柴草铺在上面,整齐排列好柴草后又运来泥土铺上,并将泥土踩实。 最后,他们在两旁拉起防护栏,以免驮畜和马匹因向下窥视大海而惊恐。

词汇与语法注释

  1. §7.36.1τοῦ μὲν Πόντου ἐπικαρσίας — 属格 `τοῦ μὲν Πόντου` 依附于形容词 `ἐπικαρσίας`(“斜向的”、“横切的”),表示关系(“相对于黑海呈斜向”),用以说明船只的排列方向。
  2. §7.36.1ἵνα ἀνακωχεύῃ τὸν τόνον τῶν ὅπλων — 虚拟语气动词 `ἀνακωχεύῃ` 的主语是前文所暗示的船只排列方式(或整个船队)。动词 `ἀνακωχεύω` 意为“支撑”或“维持”,表明这种顺流和横向的布置起到了支撑和保持缆绳张力的作用。
  3. §7.36.2τῆς ἑτέρης τῶν ἀνέμων εἵνεκεν — `τῆς ἑτέρης` 是表示“(两座桥中的)其中一座”的属格,与下一句的 `τῆς δὲ ἑτέρης` 形成对比,说明为其中一座桥投下的锚是为了抵御风力。
  4. §7.36.3τοῦ τάλαντον ὁ πῆχυς εἷλκε — `τοῦ` 是关系代词的属格形式(伊奥尼亚方言,相当于雅典方言的 `οὗ`),指代亚麻缆绳(`τὰ λίνεα`)。动词 `ἕλκω`(本意为“拉”)在此作不及物动词使用,表示“称重”或“重达”,意为“其中一肘尺的重量达一塔兰同”。

引用这一段

希罗多德, 历史 §7.36.1-7.36.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.36.1-7.36.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。