§7.35.1ὡς δʼ ἐπύθετο Ξέρξης, δεινὰ ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος.
薛西斯得知此事后,大为震怒,下令对赫勒斯滂施以三百鞭挞,并向海中投下一双脚镣。
ἤδη δὲ ἤκουσα ὡς καὶ στιγέας ἅμα τούτοισι ἀπέπεμψε στίξοντας τὸν Ἑλλήσποντον.
我还听说,他甚至随同这些人一起派出了烙印手,要在赫勒斯滂身上打上烙印。
§7.35.2ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα· ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν.
他还命令那些鞭打海水的人说些蛮横无礼的话: “苦涩的水啊,主人对你施加这番惩罚,是因为你伤害了他,而你并未受到他任何不公的对待。
καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε σύ γε βούλῃ ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ἐόντι καὶ θολερῷ καὶ ἁλμυρῷ ποταμῷ.
无论你愿意与否,薛西斯国王都将渡过你;确实,由于你是一条浑浊且咸涩的河流,人类没有一个人会向你献祭,这完全是理所当然的。
§7.35.3τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν καὶ τῶν ἐπεστεώτων τῇ ζεύξι τοῦ Ἑλλησπόντου ἀποταμεῖν τὰς κεφαλάς.
” 他不仅命令用这些手段惩罚大海,还下令将负责监督赫勒斯滂架桥工作的人斩首。