§7.3.1Δαρείου δὲ οὐκ ἀποδεικνυμένου κω γνώμην, ἐτύγχανε κατὰ τὠυτὸ τούτοισι καὶ Δημάρητος ὁ Ἀρίστωνος ἀναβεβηκὼς ἐς Σοῦσα, ἐστερημένος τε τῆς ἐν Σπάρτῃ βασιληίης καὶ φυγὴν ἐπιβαλὼν ἑωυτῷ ἐκ Λακεδαίμονος.
在大流士尚未宣布他的决定时,正值此时,阿里斯顿之子德玛拉托斯也来到了苏萨。 他已被剥夺了在斯巴达的王位,并从拉刻代蒙自我流放。
§7.3.2οὗτος ὡνὴρ πυθόμενος τῶν Δαρείου παίδων τὴν διαφορήν, ἐλθών, ὡς ἡ φάτις μιν ἔχει, Ξέρξῃ συνεβούλευε λέγειν πρὸς τοῖσι ἔλεγε ἔπεσι, ὡς αὐτὸς μὲν γένοιτο Δαρείῳ ἤδη βασιλεύοντι καὶ ἔχοντι τὸ Περσέων κράτος, Ἀρτοβαζάνης δὲ ἔτι ἰδιώτῃ ἐόντι Δαρείῳ·
这个人在得知大流士诸子的争执后,便走前来,正如传闻所言,他建议薛西斯在已有的说辞之外再加上一条:薛西斯自己是在大流士已经称王并掌握波斯权力时出生的,而阿尔托巴扎涅斯则是在大流士仍为平民时出生的。
§7.3.3οὔκων οὔτε οἰκὸς εἴη οὔτε δίκαιον ἄλλον τινὰ τὸ γέρας ἔχειν πρὸ ἑωυτοῦ·
因此,由其他人而非自己获得这一特权,既不合理也不公正。
ἐπεί γε καὶ ἐν Σπάρτῃ ἔφη ὁ Δημάρητος ὑποτιθέμενος οὕτω νομίζεσθαι, ἢν οἳ μὲν προγεγονότες ἔωσι πρὶν ἢ τὸν πατέρα σφέων βασιλεῦσαι, ὁ δὲ βασιλεύοντι ὀψίγονος ἐπιγένηται, τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆς βασιληίης γίνεσθαι.
因为德玛拉托斯在提出这一建议时还说,在斯巴达也有这样的惯例:如果长子们是在父亲称王前出生的,而幼子是在父亲称王后出生的,那么王位的继承权应属于后者。
§7.3.4χρησαμένου δὲ Ξέρξεω τῇ Δημαρήτου ὑποθήκῃ, γνοὺς ὁ Δαρεῖος ὡς λέγοι δίκαια βασιλέα μιν ἀπέδεξε.
薛西斯采纳了德玛拉托斯的建议,大流士认为他的话合情合理,便立他为王。
δοκέειν δέ μοι, καὶ ἄνευ ταύτης τῆς ὑποθήκης βασιλεῦσαι ἂν Ξέρξης· ἡ γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος.
不过在我看来,即使没有这个建议,薛西斯也会成为国王,因为阿托莎掌握着全部的权力。