Humanitext Reader

希罗多德 · 历史 §7.239.1-7.239.4

德马拉托斯的密信与戈尔戈的破译

第 1302 段,共 1577 段 · 希腊语

内容简介

作者叙述了拉栖代梦人如何最早得知波斯远征计划的过程,详细描述了流亡中的德马拉托斯密送的书写板,以及戈尔戈如何解开其空白之谜的逸事。

§7.239.1ἄνειμι δὲ ἐκεῖσε τοῦ λόγου τῇ μοι τὸ πρότερον ἐξέλιπε.
我将回到我先前的叙述中断处的那个话题。
ἐπύθοντο Λακεδαιμόνιοι ὅτι βασιλεὺς στέλλοιτο ἐπὶ τὴν Ἑλλάδα πρῶτοι, καὶ οὕτω δὴ ἐς τὸ χρηστήριον τὸ ἐς Δελφοὺς ἀπέπεμψαν, ἔνθα δή σφι ἐχρήσθη τὰ ὀλίγῳ πρότερον εἶπον·
拉栖代梦人是最先得知国王正准备远征希腊的人,因此他们确实派人去了德尔斐的神谕所,在那里他们得到了我稍前提到过的神谕。
ἐπύθοντο δὲ τρόπῳ θωμασίῳ.
而他们得知此事的方式极其奇特。
§7.239.2Δημάρητος γὰρ ὁ Ἀρίστωνος φυγὼν ἐς Μήδους, ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ οἰκὸς ἐμοὶ συμμάχεται, οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι, πάρεστι δὲ εἰκάζειν εἴτε εὐνοίῃ ταῦτα ἐποίησε εἴτε καὶ καταχαίρων.
因为阿里斯顿之子德马拉托斯逃亡到了米底人那里,在我看来——而且情理也是支持我的——他并不对拉栖代梦人怀有善意。 但至于他是出于好意还是出于嘲弄而做了这件事,则只能由人推测了。
ἐπείτε γὰρ Ξέρξῃ ἔδοξε στρατηλατέειν ἐπὶ τὴν Ἑλλάδα, ἐὼν ἐν Σούσοισι ὁ Δημάρητος καὶ πυθόμενος ταῦτα ἠθέλησε Λακεδαιμονίοισι ἐξαγγεῖλαι.
因为当薛西斯决定远征希腊时,身在苏萨并得知此事的德马拉托斯,想要向拉栖代梦人通报。
§7.239.3ἄλλως μὲν δὴ οὐκ εἶχε σημῆναι· ἐπικίνδυνον γὰρ ἦν μὴ λαμφθείη·
用其他方法他确实无法传递消息,因为有被捕的危险。
ὁ δὲ μηχανᾶται τοιάδε· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνησε, καὶ ἔπειτα ἐν τῷ ξύλῳ τοῦ δελτίου ἔγραψε τὴν βασιλέος γνώμην, ποιήσας δὲ ταῦτα ὀπίσω ἐπέτηξε τὸν κηρὸν ἐπὶ τὰ γράμματα, ἵνα φερόμενον κεινὸν τὸ δελτίον μηδὲν πρῆγμα παρέχοι πρὸς τῶν ὁδοφυλάκων.
于是他想出了这样一个办法:他拿过一块双折的书写板,刮掉了上面的蜡,然后直接在书写板的木头上写下了国王的意图。 做完这些后,他又把蜡重新熔化涂在字迹上,这样,这块被携带的书写板由于看起来是空白的,就不会被道路哨兵找麻烦。
§7.239.4ἐπεὶ δὲ καὶ ἀπίκετο ἐς τὴν Λακεδαίμονα, οὐκ εἶχον συμβαλέσθαι οἱ Λακεδαιμόνιοι, πρίν γε δή σφι, ὡς ἐγὼ πυνθάνομαι, Κλεομένεος μὲν θυγάτηρ Λεωνίδεω δὲ γυνὴ Γοργὼ ὑπέθετο ἐπιφρασθεῖσα αὐτή, τὸν κηρὸν κνᾶν κελεύουσα, καὶ εὑρήσειν σφέας γράμματα ἐν τῷ ξύλῳ.
当书写板送到拉栖代梦时,拉栖代梦人无法理解其意图。 据我所知,直到克莱奥梅涅斯的女儿、列奥尼达的妻子戈尔戈自己想到了这一点,并向他们建议,让他们刮掉蜡,说他们会在木头上发现字迹。
πειθόμενοι δὲ εὗρον καὶ ἐπελέξαντο, ἔπειτα δὲ τοῖσι ἄλλοισι Ἕλλησι ἐπέστειλαν.
他们顺从了她,果然发现了字迹并阅读了它,随后便派人去通知了其他希腊人。
ταῦτα μὲν δὴ οὕτω λέγεται γενέσθαι.
这些事情据传就是这样发生的。

词汇与语法注释

  1. §7.239.1ἄνειμι δὲ ἐκεῖσε τοῦ λόγου τῇ μοι τὸ πρότερον ἐξέλιπε. — 副词 `ἐκεῖσε`(往那里)受部分属格 `TOῦ λόγου`(叙述/话语)修饰,意为“回到叙述的那一部分”。关系副词 `τῇ` 表示“在……的地方”,不及物动词 `ἐξέλιπε`(中断、遗漏)省略了主语(如“我的叙述”)。
  2. §7.239.2ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ οἰκὸς ἐμοὶ συμμάχεται — `ὡς ... δοκέω` 是一个插入句,意为“正如我所认为的”。`τὸ οἰκός`(爱奥尼亚方言,等同于 `τὸ εἰκό斯`,意为“盖然性”、“情理”)作 `συμμάχεται`(与……结盟、支持)的主语,这是一种比喻性用法,表示作者的推测与客观的情理相吻合。
  3. §7.239.3ἐπικίνδυνον γὰρ ἦν μὴ λαμφθείη — 无人称结构 `ἐπικίνδυνον ἦν`(是危险的)后接引导忧虑从句的连词 `μή` 及被动过去希求语气 `λαμφθείη`(源自 `λαμβάνω`)。这是主句过去时(`ἦν`)之后所使用的转述希求语气(间接引语或从属从句中的时态一致),意为“存在着他可能被捕的危险”。
  4. §7.239.4καὶ εὑρήσειν σφέας γράμματα ἐν τῷ ξύλῳ — 将来时不定式 `εὑρήσειν`(将会发现)及其宾格主语 `σφέας`(他们)依赖于由前面的 `κελεύουσα`(命令、建议)或主动词 `ὑπέθετο`(建议)所暗示的间接引语,意为“(告诉他们)他们将会在木头上发现字迹”。

引用这一段

希罗多德, 历史 §7.239.1-7.239.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.239.1-7.239.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。